- 텍스트

Unknown, Greek Anthology, Volume IV, book 11, chapter 382

(작자 미상, Greek Anthology, Volume IV, book 11, chapter 382)

κεῖτο μὲν Ἀλκιμένης κεκακωμένος ἐκ πυρετοῖο, καὶ περὶ λαυκανίην βραγχὰ λαρυγγιόων, νυσσόμενός τε τὸ πλευρὸν ἅτε ξιφέεσσιν ἀμυχθέν, καὶ θαμὰ δυσκελάδοις ἄσθμασι πνευστιόων ἦλθε δὲ Καλλίγνωτος ὁ Κώιος, ὁ πλατυλέσχης, τῆς παιωνιάδος πληθόμενος σοφίης, πᾶσαν ἔχων πρόγνωσιν ἐν ἄλγεσιν, οὔ τι περιττὸν ἄλλο προαγγέλλων ἢ τὸ γενησόμενον.? Ἀλκιμένους δ ἐδόκευεν ἀνάκλισιν, ἔκ τε προσώπου φράζετο, καὶ παλάμης ψαῦεν ἐπισταμένως, καὶ τὸ περὶ κρισίμων φαέων ἐλογίζετο γράμμα, πάντ ἀναπεμπάζων οὐχ ἑκὰς Ἱπποκράτους. καὶ τότε τὴν πρόγνωσιν ἐς Ἀλκιμένην ἀνεφώνει σεμνοπροσωπήσας καὶ σοβαρευόμενος:

εἴ γε φάρυγξ βομβεῦσα, καὶ ἄγρια τύμματα πλευροῦ, καὶ πυρετῷ λήξει πνεῦμα δασυνόμενον, οὐκέτι τεθνήξει πλευρίτιδι:

τοῦτο γὰρ ἡμῖν σύμβολον ἐσσομένης ἐστὶν ἀπημοσύνης. εὖ διαθείς, βιότου λῆγε μεριμνοτόκου, καί με τὸν ἰητρόν, προρρήσιος εἵνεκεν ἐσθλῆς, ἐν τριτάτᾐ μοίρᾐ κάλλιπε κληρονόμον.?

상위

Greek Anthology, Volume IV

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION