호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μήτε με χείματι πόντος ἄγοι θρασύς, οὐδὲ γαλήνης ἀργῆς ἠσπασάμην τὴν πάλι νηνεμίην.? αἱ μεσότητες ἄρισται: ὅπῃ δέ τε πρήξιες ἀνδρῶν, καὶ πάλι μέτρον ἐγὼ τἄρκιον ἠσπασάμην. τοῦτ ἀγάπα, φίλε Λάμπι, κακὰς δ ἔχθαιρε θυέλλας: εἰσί τινες πρηεῖς καὶ βιότου Ζέφυροι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기