- 텍스트

Unknown, Greek Anthology, Volume IV, book 10, chapter 76

(작자 미상, Greek Anthology, Volume IV, book 10, chapter 76)

οὐ τὸ ζῆν χαρίεσσαν ἔχει φύσιν, ἀλλὰ τὸ ῥῖψαι φροντίδας ἐκ στέρνων τὰς πολιοκροτάφους.? πλοῦτον ἔχειν ἐθέλω τὸν ἐπάρκιον: ἡ δὲ περισσὴ θυμὸν ἀεὶ κατέδει χρυσομανὴς μελέτη. ἔνθεν ἐν ἀνθρώποισιν ἀρείονα πολλάκι δήεις καὶ πενίην πλούτου, καὶ βιότου θάνατον. ταῦτα σὺ γινώσκων κραδίης ἴθυνε κελεύθους, εἰς μίαν εἰσορόων ἐλπίδα, τὴν σοφίην.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION