호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Πανδώρης ὁρόων γελόω πίθον, οὐδὲ γυναῖκα μέμφομαι, ἀλλ αὐτῶν τὰ πτερὰ τῶν Ἀγαθῶν.? ὡς γὰρ ἐπ Οὐλύμποιο μετὰ χθονὸς ἤθεα πάσης πωτῶνται, πίπτειν καὶ κατὰ γῆν ὄφελον. ἡ δὲ γυνὴ μετὰ πῶμα κατωχρήσασα παρειὰς ὤλεσεν ἀγλαϊήν ὧν ἔφερεν χαρίτων. ἀμφοτέρων δ ἥμαρτεν ὁ νῦν βίος, ὅττι καὶ αὐτὴν γηράσκουσαν ἔχει, καὶ πίθος οὐδὲν ἔχει.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기