호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ βίον ἐν μερόπεσσι Τύχης παίζουσιν ἑταῖραι ἐλπίδες ἀμβολάδην πάντα χαριζόμεναι, παίζομαι, εἰ βροτός εἰμι.? βροτὸς δ εὖ οἶδα καὶ αὐτὸς θνητὸς ἐών δολιχαῖς δ ἐλπίσι παιζόμενος, αὐτὸς ἑκοντὶ γέγηθα πλανώμενος, οὐδὲ γενοίμην ἐς κρίσιν ἡμετέρην πικρὸς Ἀριστοτέλης. τὴν γὰρ Ἀνακρείοντος ἐνὶ πραπίδεσσι φυλάσσω παρφασίην, ὅτι δεῖ φροντίδα μὴ κατέχειν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기