호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εὖτέ τις ἐκ πενίης πλούτου τύχοι ἠδὲ καὶ ἀρχῆς, οὐκέτι γινώσκει, τίς πέλε τὸ πρότερον.? τήν ποτε γὰρ φιλίην ἀπαναίνεται: ἀφρονέων δε τέρψιν ὀλισθηρῆς οὐ δεδάηκε Τύχης. ἦς ποτε γὰρ πτωχὸς ταλαπείριος: οὐκ ἐθέλεις δέ, αἰτίζων ἀκόλους, νῦν ἑτέροις παρέχειν. πάντα, φίλος, μερόπεσσι παρέρχεται: εἰ δ ἀπιθήσεις, ἔμπαλιν αἰτίζων μάρτυρα σαυτὸν ἔχοις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기