호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πλοῦτος ὁ τῆς ψυχῆς πλοῦτος μόνος ἐστὶν ἀληθής:? τἆλλα δ ἔχει λύπην πλείονα τῶν κτεάνων. τόνδε πολυκτέανον καὶ πλούσιον ἐστι δίκαιον κλῄζειν, ὃς χρῆσθαι τοῖς ἀγαθοῖς δύναται. εἰ δέ τις ἐν ψήφοις κατατήκεται, ἄλλον ἐπ ἄλλῳ σωρεύειν αἰεὶ πλοῦτον ἐπειγόμενος, οὗτος ὁποῖα μέλισσα πολυτρήτοις ἐνὶ σίμβλοις μοχθήσει, ἑτέρων δρεπτομένων τὸ μέλι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기