호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἤδη καλλιπέτηλον ἐπ εὐκάρποισι λοχείαις λήιον ἐκ ῥοδέων ἀνθοφορεῖ καλύκων ἤδη ἐπ ἀκρεμόνεσσιν ἰσοζυγέων κυπαρίσσων μουσομανὴς τέττιξ θέλγει ἀμαλλοδέτην:? καὶ φιλόπαις ὑπὸ γεῖσα δόμους τεύξασα χελιδὼν ἔκγονα πηλοχύτοις ξεινοδοκεῖ θαλάμοις. ὑπνώει δὲ θάλασσα, φιλοζεφύροιο γαλήνης νηοφόροις νώτοις εὔδια πεπταμένης, οὐκ ἐπὶ πρυμναίοισι καταιγίζουσα κορύμβοις, οὐκ ἐπὶ ῥηγμίνων ἀφρὸν ἐρευγομένη. ναυτίλε, ποντομέδοντι καὶ ὁρμοδοτῆρι Πριήπῳ τευθίδος ἢ τρίγλης ἀνθεμόεσσαν ἴτυν, ἢ σκάρον αὐδήεντα παραὶ βωμοῖσι πυρώσας, ἄτρομος Ιὀνίου τέρμα θαλασσοπόρει.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기