호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἤδη μὲν ζεφύροισι μεμυκότα κόλπον ἀνοίγει εἰάρος εὐλείμων θελξινόοιο χάρις:? ἄρτι δὲ δουρατέοισιν ἐπωλίσθησε κυλίνδροις ὁλκὰς ἀπ ἠιόνων ἐς βυθὸν ἑλκομένη. λαίφεα κυρτώσαντες ἀταρβέες ἔξιτε, ναῦται, πρηϋ`ν ἀμοιβαίης φόρτον ἐς ἐμπορίης. πιστὸς νηυσὶ Πρίηπος, ἐπεὶ Θέτιν εὔχομαι εἶναι ἡμετέρου πατρὸς ξεινοδόκον Βρομίου.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기