호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῇδ ὑπὸ τὰν ἄρκευθον ἴτ ἀμπαύοντες, ὁδῖται, γυῖα παρ Ἑρμείᾳ σμικρὸν ὁδοῦ φύλακι, μὴ φύρδαν, ὅσσοι δὲ βαρεῖ γόνυ κάμνετε μόχθῳ καὶ δίψᾳ, δολιχὰν οἶμον ἀνυσσάμενοι.? πνοιὴ γὰρ καὶ θῶκος ἐύσκιος. ἅ θ ὑπὸ πέτρᾳ πῖδαξ εὐνήσει γυιοβαρῆ κάματον ἔνδιον δὲ φυγόντες ὀπωρινοῦ κυνὸς ἄσθμα, ὡς θέμις, Ἑρμείην εἰνόδιον τίετε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기