호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Πᾶνά με τόνδ ἱερῆς ἐπὶ λισσάδος, αἰγιαλίτην Πᾶνα, τὸν εὐόρμων τῇδ ἔφορον λιμένων, οἱ γριπῆες ἔθεντο:? μέλω δ ἐγὼ ἄλλοτε κύρτοις, ἄλλοτε δ αἰγιαλοῦ τοῦδε σαγηνοβόλοις. ἀλλὰ παράπλει, ξεῖνε: σέθεν δ ἐγὼ οὕνεκα ταύτης εὐποιϊής πέμψω πρηϋ´ν ὄπισθε νότον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기