- 텍스트

Unknown, Greek Anthology, Volume IV, book 10, chapter 7

(작자 미상, Greek Anthology, Volume IV, book 10, chapter 7)

τοῦδέ με κυμοπλῆγος ἐπὶ σκοπέλοιο Πρίηπον ναῦται Θρηικίου θέντο πόρου φύλακα, πολλάκις οἷς ἠίξα ταχὺς καλέουσιν ἀρωγός, ξεῖνε, κατὰ πρύμνης ἡδὺν ἄγων Ζέφυρον.? τοὔνεκεν οὔτ ἄκνισον, ὅπερ θέμις, οὔτ ἐπιδευῆ εἰάρος ἀθρήσεις βωμὸν ἐμὸν στεφάνων, ἀλλ αἰεὶ θυόεντα καὶ ἔμπυρον: οὐδ ἑκατόμβη τόσσον ὅσον τιμὴ δαίμοσιν ἁνδάνεται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION