호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἤδη πηλοδομεῦσι χελιδόνες, ἤδη ἀν οἶδμα κολποῦται μαλακὰς εἰς ὀθόνας ζέφυρος:? ἤδη καὶ λειμῶνες ὑπὲρ πετάλων ἐχέαντο ἄνθεα, καὶ τρηχὺς σῖγα μέμυκε πόρος. σχοίνους μηρύεσθε, ἐφ ὁλκάδα φορτίζεσθε ἀγκύρας, καὶ πᾶν λαῖφος ἔφεσθε κάλοις. ταῦτ ὔμμιν πλώουσιν ἐπ ἐμπορίην ὁ Πρίηπος ὁ λιμενορμίτης ναυτιλίην γράφομαι, ἤδη μὲν Ζεφύροιο ποητόκου ὑγρὸν ἀήμα ἠρέμα λειμῶνας πίτνει ἐπ ἀνθοκόμους:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기