호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
λῦσον ἀπ εὐόρμων δολιχὰ πρυμνήσια νηῶν, εὔτροχα δ ἐκπετάσας λαίφεα ποντοπόρει, ἔμπορε χειμῶνες γὰρ ἀπέδραμον, ἄρτι δὲ κῦμα γλαυκὸν θηλύνει πρηϋ´γελως Ζέφυρος:? ἤδη καὶ φιλότεκνος ὑπὸ τραυλοῖσι χελιδὼν χείλεσι καρφίτην πηλοδομεῖ θάλαμον ἄνθεα δ ἀντέλλουσι κατὰ χθόνα: τῷ σὺ Πριήπῳ πειθόμενος πάσης ἅπτεο ναυτιλίης.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기