호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀκμαῖος ῥοθίῃ νηὶ δρόμος, οὐδὲ θάλασσα πορφύρει τρομερῇ φρικὶ χαρασσομένη:? ἤδη δὲ πλάσσει μὲν ὑπώροφα γυρὰ χελιδὼν οἰκία, λειμώνων δ ἁβρὰ γελᾷ πέταλα. τοὔνεκα μηρύσασθε διάβροχα, πείσματα ναῦται, ἕλκετε δ ἀγκύρας φωλάδας ἐκ λιμένων: λαίφεα δ εὐυφέα προτονίζετε. ταῦθ ὁ Πρίηπος ὔμμιν ἐνορμίτας παῖς ἐνέπω Βρομίου.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기