호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰς Ἐμμελίαν τὴν μητέρα τοῦ ἁγίου Βασιλείου Ἐμμέλιον τέθνηκε:? τίς ἔφρασεν· ἥ γε τοσούτων καὶ τοίων τεκέων δῶκε φάος βιότῳ, υἱέας ἠδὲ θύγατρας ὁμόζυγας ἀζυγέας τε: εὔπαις καὶ πολύπαις ἥδε μόνη μερόπων. τρεῖς μὲν τῆσδ ἱερῆες ἀγακλέες, ἡ δ ἱερῆος σύζυγος: οἱ δὲ πέλας ὡς στρατὸς εὐαγέων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기