호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰς Βάσσον τινὰ παρὰ λῃστῶν ἀποκτανθέντα Βάσσε φίλος, Χριστῷ μεμελημένος ἔξοχον ἄλλων, τῆλε τεῆς πάτρης ληϊ´στορι χειρὶ δαμάσθης, οὐδέ σε τύμβος ἔχει πατρώϊος:? ἀλλὰ καὶ ἔμπης πᾶσιν Καππαδόκεσσι μέγ οὔνομα σεῖο λέλειπται, καὶ στῆλαι παγίων μέγ ἀμείνονες, αἷς ἐνιγράφθης. Γρηγορίου τόδε σοι μνημήιον, ὃν φιλέεσκες.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기