호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰς Νικομήδην οἴχεαι, ὦ Νικόμηδες, ἐμὸν κλέος ἡ δὲ συνωρὶς σῶν καθαρὴ τεκέων πῶς βίον ἐξανύσει·? τίς δὲ τέλος νηῷ περικάλλεϊ χεὶρ ἐπιθήσει· τίς δὲ Θεῷ πέμψει φρὴν τελέην θυσίην, σεῖο, μάκαρ, μιχθέντος ἐπουρανίοισι τάχιστα· ὦ γενεὴ τλήμων, οἱᾶ πάθες, μερόπων, εἰς τὸν αὐτόν Δέρκεο καὶ τύμβον Νικομήδεος, εἲ τιν ἀκούεις, ὃς νηὸν Χριστῷ δειμάμενος μεγάλῳ, αὑτὸν μὲν πρώτιστον, ἔπειτα δὲ τὴν περίβωτον δῶκεν ἁγνὴν θυσίην παρθενίην τεκέων, φέρτερον οὐδὲν ἔχων, ἱερεύς, γενέτης τε φέριστος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기