- 텍스트

Unknown, Greek Anthology, Volume II, book 8, chapter 104

(작자 미상, Greek Anthology, Volume II, book 8, chapter 104)

ἐπιτάφιον εἰς Μαρτινιανόν εἴ τις Τάνταλός ἐστιν ἐν ὕδασιν αὐο῀ς ἀπίστοις, εἴ τις ὑπὲρ κεφαλῆς πέτρος ἀεὶ φοβέων, δαπτόμενόν τ ὄρνισιν ἀγήραον ἧπαρ ἀλιτροῦ, καὶ πυρόεις ποταμὸς, καὶ ζόφος ἀθάνατος, ταρτάρεοί τε μυχοὶ καὶ δαίμονες ἀγριόθυμοι, ἄλλαι τε φθιμένων τίσιες εἰν ἀίδι:? ὅστις Μαρτινιανὸν ἀγακλέα δηλήσαιτο τύμβον ἀνοχλίζων, δείματα πάντα φέροι.?

상위

Greek Anthology, Volume II

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION