- 텍스트

Unknown, Greek Anthology, Volume II, book 8, chapter 103

(작자 미상, Greek Anthology, Volume II, book 8, chapter 103)

εἰς τὴν αὐτήν καὶ εἰς Ἀλύπιον τὸν αὐτῆς ἄνδρα κτῆσιν ἑὴν σάρκας τε καὶ ὀστέα πάντ ἀναθεῖσα Γοργόνιον Χριστῷ, μοῦνον ἀφῆκε πόσιν οὐ μὰν οὐδὲ πόσιν δηρὸν χρόνον ἀλλ ἄρα καὶ τὸν ἡρ´πασεν ἐξαπίνης κύδιμον Ἀλύπιον.? ὄλβιε ὀλβίστης ἀλόχου πόσι: τοῖς ῥα λοετροῖς λύματ ἀπωσάμενοι ζῆτε παλιγγενέες.?

상위

Greek Anthology, Volume II

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION