호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
παρὰ τῶν γονέων ἀσπάσιοι χθόνα τήνδε φίλαις ὑπὸ χείρεσι παιδὸς ἑσσάμεθ εὐσεβέος Γρηγορίου τοκέες:? ὃς καὶ γῆρας ἔθηκεν ἑοῖς μόχθοισιν ἐλαφρὸν ἡμέτερον, καὶ νῦν ἀμφιέπει θυσίαις. ἄμπνεε γηροκόμων καμάτων, μέγα φέρτατε παίδων Γρηγόρι, εὐαγέας Μάρτυσι παρθέμενος σοὺς τοκέας: μισθὸς δὲ μέγαν Πατέρ ἵλαον εἶναι, πνευματικῶν τε τυχεῖν εὐσεβέων τεκέων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기