호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰς τὴν αὐτήν πῶς ἐλύθη Νόννης καλὰ γούνατα·? πῶς δὲ μέμυκεν χείλεα· πῶς ὄσσων οὐ προχέει λιβάδας· ἄλλοι δ αὖ βοόωσι παρ ἠρίον ἡ δὲ τράπεζα οὐκέτ ἔχει καρποὺς τῆς μεγάλης παλάμης: χῶρος δ ἐστὶν ἔρημος ἁγνοῦ ποδός, οἱ δ ἱερῆες οὐκέτ ἐπὶ τρομερὴν κρατὶ βαλοῦσι χέρα. χῆραι δ ὀρφανικοί τε, τί ῥέξετε· τοῖσιν ἀγαλλομένη κρατὸς φέρε πάντα χαμᾶζε, τῆμος ὅτ ἐν νηῷ ῥικνὸν ἀφῆκε δέμας, εἰς τὴν αὐτήν Σάρρα σοφὴ τίουσα φίλον πόσιν ἀλλὰ σύ, μῆτερ, πρῶτα Χριστιανόν, εἶθ ἱερῆα μέγαν, σὸν πόσιν ἐσθλὸν ἔθηκας ἀπόπροθι φωτὸς ἐόντα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기