호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰς τὸν μέγαν Βασίλειον τὸν Καισαρείας ἐπίσκοπον τῆς ἐν Καππαδοκίᾳ σῶμα δίχα ψυχῆς ζώειν πάρος ἢ ἐμὲ σεῖο, Βασίλιε, Χριστοῦ λάτρι, φίλ, ὠιόμην ἀλλ ἔτλην καὶ ἔμεινα.? τί μέλλομεν· οὒ μ ἀναείρας θήσεις ἐς μακάρων σήν τε χοροστασίην· μή με λίπῃς, μή, τύμβον ἐπόμνυμι: οὔ ποτε σεῖο λήσομαι, οὐδὲ θέλων. Γρηγορίοιο λόγος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기