호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰάρος ἤνθει μὲν τὸ πρὶν ῥόδα, νῦν δ ἐνὶ μέσσῳ χείματι πορφυρέας ἐσχάσαμεν κάλυκας, σῇ ἐπιμειδήσαντα γενεθλίῃ ἄσμενα τῇδε ἠοῖ, νυμφιδίων ἀσσοτάτῃ λεχέων.? καλλίστης ὀφθῆναι ἐπὶ κροτάφοισι γυναικὸς λώιον ἢ μίμνειν ἠρινὸν ἠέλιον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기