호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄθρησον Χαρίτων ὑπὸ παστάδι τᾷδε τριήρους στυλίδα:? τᾶς πρώτας τοῦθ ὑπόδειγμα τέχνας: ταύταν γὰρ πρώταν ποτ ἐμήσατο Παλλὰς Ἀθάνα, τάνδε πόλει καλὰν ἀντιδιδοῦσα χάριν, οὕνεκεν ὑψίστᾳ Τριτωνίδι νηὸν ἔτευξεν Κύζικος ἅδ, ἱρᾷ πρῶτον ἐν Ἀσιάδι: δεῖγμα δὲ καὶ πλίνθων χρυσήλατον ἤγαγεν ἄχθος Δελφίδα γᾶν, Φοίβῳ τάνδε νέμουσα χάριν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기