호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Λαθρίη, ἐκ πλανίου ταύτην χάριν ἔκ τε πενέστεω κἠξ ὀλιγησιπύου δέξο Λεωνίδεω, ψαιστά τε πιήεντα καὶ εὐθήσαυρον ἐλαίην, καὶ τοῦτο χλωρὸν σῦκον ἀποκράδιον, κεὐοίνου σταφυλῆς ἔχ ἀποσπάδα πεντάρραγον, πότνια, καὶ σπονδὴν τήνδ ὑποπυθμίδιον.? ἢν δὲ μέ γ, ὡς ἐκ νούσου ἀνειρύσω, ὧδε καὶ ἐχθρῆς ἐκ πενίης ῥύσῃ, δέξο χιμαιροθύτην.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기