호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Βακχυλὶς ἡ Βάκχου κυλίκων σποδός, ἐ`ν ποτενούσῳ κεκλιμένα, Δηοῖ τοῖον ἔλεξε λόγον:? ἢν ὀλοοῦ διὰ κῦμα φύγω πυρός, εἰς ἑκατόν σοι ἠελίους δροσερᾶν πίομαι ἐκ λιβάδων, ἀβρόμιος καὶ ἀοίνος. ἐπεὶ δ ὑπάλυξεν ἀνίην, αὐτῆμαρ τοῖον μῆχος ἐπεφράσατο τρητὸν γὰρ θεμένα χερὶ κόσκινον, εὖ διὰ πυκνῶν σχοίνων ἠελίους πλείονας ηὐγάσατο.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기