호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Λευκάδος:? αἰπὺν ἔχων ναύταις τηλέσκοπον ὄχθον, Φοῖβε, τὸν Ιὀνίῳ λουόμενον πελάγει, δέξαι πλωτήρων μάζης χεριφυρέα δαῖτα, καὶ σπονδὴν ὀλίγῃ κιρναμένην κύλικι, καὶ βραχυφεγγίτου λύχνου σέλας ἐκ βιοφειδοῦς ὄλπης ἡμιμεθεῖ πινόμενον στόματι: ἀνθ ὧν ἱλήκοις, ἐπὶ δ ἱστία πέμψον ἀήτην οὔριον Ἀκτιακοὺς σύνδρομον εἰς λιμένας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기