호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Αἰγύπτου μεδέουσα μελαμβώλου, λινόπεπλε δαῖμον, ἐπ εὐϊέρους βῆθι θυηπολίας.? σοὶ γὰρ ὑπὲρ σχιδάκων λαγαρὸν ποπάνευμα πρόκειται, καὶ πολιὸν χηνῶν ζεῦγος ἐνυδροβίων, καὶ νάρδος ψαφαρὴ κεγχρίτισιν ἰσχάσιν ἀμφί, καὶ σταφυλὴ γραίη, χὠ μελίπνους λίβανος. εἰ δ ὡς ἐκ πελάγους ἐρρύσαο Δᾶμιν, ἄνασσα, κἠκ πενίης, θύσει χρυσόκερων κεμάδα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기