호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Σάρδις Πεσσινόεντος ἀπὸ Φρυγὸς ἤθελ ἱκέσθαι ἔκφρων, μαινομένην δοὺς ἀνέμοισι τρίχα, ἁγνὸς Ἄτυς, Κυβέλης θαλαμηπόλος:? ἄγρια δ αὐτοῦ ἐψύχθη χαλεπῆς πνεύματα θευφορίης, ἑσπέριον στείχοντος ἀνὰ κνέφας: εἰς δὲ κάταντες ἄντρον ἔδυ, νεύσας βαιὸν ἄπωθεν ὁδοῦ.
τοῦ δὲ λέων ὤρουσε κατὰ στίβον, ἀνδράσι δεῖμα θαρσαλέοις, Γάλλῳ δ οὐδ ὀνομαστὸν ἄχος, ὃς τότ ἄναυδος ἔμεινε δέους ὕπο, καί τινος αὔρῃ δαίμονος ἐς στονοὲν τύμπανον ἧκε χέρας: οὗ βαρὺ μυκήσαντος, ὁ θαρσαλεώτερος ἄλλων τετραπόδων, ἐλάφων ἔδραμεν ὀξύτερον, τὸν βαρὺν οὐ μείνας ἀκοῆς ψόφον ἐκ δὲ βόησεν:
ἱρὴν σοὶ θαλάμην, ζωάγρια, καὶ λαλάγημα τοῦτο, τὸ θηρὶ φυγῆς αἴτιον, ἀντίθεμαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기