- 텍스트

Unknown, Greek Anthology, book 6, chapter 219

(작자 미상, Greek Anthology, book 6, chapter 219)

ἐκ ποτέ τις φρικτοῖο θεᾶς σεσοβημένος οἴστρῳ ῥομβητοὺς δονέων λυσσομανεῖς πλοκάμους, θηλυχίτων, ἀσκητὸς ἐϋσπείροισι κορύμβοις, ἁβρῷ τε στρεπτῶν ἅμματι κεκρυφάλων, ἴθρις ἀνήρ, κοιλῶπιν ὀρειάδα δύσατο πέτραν, Ζανὸς ἐλαστρησθεὶς γυιοπαγεῖ νιφάδι.? τὸν δὲ μέτ ἀρρίγητος ἐπείσθορε ταυροφόνος θήρ, εἰς τὸν ἑὸν προμολὼν φωλεὸν ἑσπέριος:

ἀθρήσας δ εἰς φῶτα, καὶ εὐτρήτοισιν ἀυτμὰν μυκτῆρσιν βροτέας σαρκὸς ἐρυσσάμενος, ἔστα μὲν βριαροῖσιν ἐπ ἴχνεσιν ὄμμα δ ἑλίξας βρυχᾶτο σφεδανῶν ὄβριμον ἐκ γενύων. ἀμφὶ δ οἱ σμαράγει μὲν ἐναυλιστήριον ἄντρον, ἄχει δ ὑλάεις ἀγχινεφὴς σκόπελος.

αὐτὰρ ὃ θαμβήσας φθόγγον βαρύν, ἐκ μὲν ἅπαντα ἐν στέρνοις ἐάγη θυμὸν ὀρινόμενον ἀλλ ἔμπας ἐρίμυκον ἀπὸ στομάτων ὀλολυγὰν ἧκεν, ἐδίνησεν δ εὐστροφάλιγγα κόμαν χειρὶ δ ἀνασχόμενος μέγα τύμπανον, ἐπλατάγησεν, δινωτὸν Ῥείας ὅπλον Ὀλυμπιάδος τὸ ζωᾶς ἐπαρωγὸν ἀήθεα γὰρ τότε βύρσης ταυρείου κενεὸν δοῦπον ἔδεισε λέων, ἐκ δὲ φυγὼν ὤρουσεν.

ἴδ ὡς ἐδίδαξεν ἀνάγκα πάνσοφος ἐξευρεῖν ἔκλυσιν Αἴδεω.?

상위

Greek Anthology

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION