호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἡ γρῆϋς ἡ χερνῆτις, ἡ γυιὴ πόδας, πύστιν κατ ἐσθλὴν ὕδατος παιωνίου , ἦλθέν ποθερπύζουσα σὺν δρυὸς ξύλῳ, τό μιν διεσκήριπτε τὴν τετρωμένην:? οἶκτος δὲ Νύμφας εἷλεν, αἵτ ἐριβρόμου Αἴτνης παρωρείῃσι Συμαίθου πατρὸς ἔχουσι δινήεντος ὑγρὸν οἰκίον.
καὶ τῆς μὲν ἀμφίχωλον ἀρτεμὲς σκέλος θερμὴ διεστήριξεν Αἰτναίη λιβάς: νύμφαις δ ἔλειπε βάκτρον, αἵτ ἐπῄνεσαν πέμπειν μιν ἀστήρικτον, ἡσθείσαις δόσει.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기