호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐκ πενίης, ὡς οἶσθ, ἀκραιφνέος ἀλλὰ δικαίης, Κύπρις, ταῦτα δέχευ δῶρα Λεωνίδεω:? πορφυρέην ταύτην ἐπιφυλλίδα, τὴν θ ἁλίπαστον δρύπεπα, καὶ ψαιστῶν τὴν νομίμην θυσίην, σπονδὴν θ, ἣν ἀσάλευτον ἀφύλισα, καὶ τὰ μελιχρὰ σῦκα. σὺ δ, ὡς νούσου, ῥύεο καὶ πενίης:
καὶ τότε βουθυτέοντὰ μ ἐσόψεαι. ἀλλὰ σύ, δαῖμον, σπεύδοις ἀντιλαβεῖν τὴν ἀπ ἐμεῦ χάριτα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기