호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τρισσὰ τάδε τρισσοὶ θηραγρέται, ἄλλος ἀπ ἄλλης τέχνης, πρὸς νηῷ Πανὸς ἔθεντο λίνα:? Πίγρης μὲν πτανοῖσιν ἐφεὶς βόλον, ἐν δ ἁλίοισιν Κλείτωρ, ἐν θηρσὶν Δᾶμις ἐρημονόμοις. τοὔνεκα, Πάν, τὸν μέν γε δι αἰθέρος, ὃν δ ἀπὸ λόχμης, τὸν δὲ δι αἰγιαλῶν θὲς πολυαγρότερον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기