호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Παλλάδι ταὶ τρισσαὶ θέσαν ἅλικες, ἶσον ἀράχνᾳ τεῦξαι λεπταλέον στάμον ἐπιστάμεναι, Δημὼ μὲν ταλαρίσκον ἐύπλοκον, Ἀρσινόα δὲ ἐργάτιν εὐκλώστου νήματος ἠλακάταν κερκίδα δ εὐποίητον, ἀηδόνα τὰν ἐν ἐρίθοις, Βακχυλίς, εὐκρέκτους ᾇ διέκρινε μίτους:? ζώειν γὰρ δίχα παντὸς ὀνείδεος ἤθελ ἑκάστα, ξεῖνε, τὸν ἐκ χειρῶν ἀρνυμένα βίοτον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기