호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀγρονόμῳ τάδε Πανὶ καὶ εὐαστῆρι Λυαίῳ πρέσβυς καὶ Νύμφαις Ἀρκὰς ἔθηκε Βίτων Πανὶ μὲν ἀρτίτοκον χίμαρον συμπαίστορα ματρός, κισσοῦ δὲ Βρομίῳ κλῶνα πολυπλανέος:? νύμφαις δὲ σκιερῆς εὐποίκιλον ἄνθος ὀπώρης, φύλλα τε πεπταμένων αἱματόεντα ῥόδων.
ἀνθ ὧν εὐύδρον, Νύμφαι, τόδε δῶμα γέροντος αὔξετε, Πὰν γλαγερόν, Βάκχε πολυστάφυλον ἅλικες αἵ τε κόμαι καὶ ὁ Κρωβύλος, ἃς ἀπὸ Φοίβῳ πέξατο μολπαστᾷ κῶρος ὁ τετραετής:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기