호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ μόνον ὑψηλοῖς ἐπὶ δένδρεσιν οἶδα καθίζων ἀείδειν, ζαθερεῖ καύματι θαλπόμενος, προίκιος ἀνθρώποισι κελευθίτῃσιν ἀοιδός, θηλείης ἔρσης ἰκμάδα γευόμενος:? ἀλλὰ καὶ εὐπήληκος Ἀθηναίης ἐπὶ δουρὶ τὸν τέττιγ ὄψει μ, ὦνερ, ἐφεζόμενον.
ὅσσον γὰρ Μούσαις ἐστέργμεθα, τόσσον Ἀθήνη ἐξ ἡμέων ἡ γὰρ παρθένος αὐλοθέτει.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기