호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸν πάρος Ὀρβηλοῖο μεμυκότα δειράσι ταῦρον, τὸν πρὶν ἐρημωτὰν θῆρα Μακηδονίας, Δαρδανέων ὀλετήρ, ὁ κεραύνιος εἷλε Φίλιππος, πλήξας αἰγανέᾳ βρέγμα κυναγέτιδι:? καὶ τάδε σοὶ βριαρᾶς, Ἡράκλεες, οὐ δίχα βύρσας θῆκεν, ἀμαιμακέτου κρατὸς ἔρεισμα, κέρα.
σᾶς τοι ὅδ ἐκ ῥίζας ἀναδέδρομεν οὒ οἱ ἀεικὲς πατρῴου ζαλοῦν ἔργα βοοκτασίας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기