호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Δάφνις ὁ συρικτὰς τρομερῷ περὶ γήραϊ κάμνων, χειρὸς ἀεργηλᾶς τάνδε βαρυνομένας Πανὶ φιλαγραύλῳ νομίαν ἀνέθηκε κορύναν, γήραϊ ποιμενίων παυσάμενος καμάτων.? εἰσέτι γὰρ σύριγγι μελίσδομαι, εἰσέτι φωνὰ ἄτρομος ἐν τρομερῷ σώματι ναιετάει.
ἀλλὰ λύκοις σίντῃσιν ἀν οὔρεα μή τις ἐμεῖο αἰπόλος ἀγγείλῃ γήραος ἀδρανίην.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기