호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀλκιμένης ὁ πενιχρὸς ἐπὶ σμικρῷ τινι κήπῳ τοῦ φιλοκαρποφόρου γευσάμενος θέρεος, ἰσχάδα καὶ μῆλον καὶ ὕδωρ γέρα Πανὶ κομίζων, εἶπε:? σύ μοι βιότου τῶν ἀγαθῶν ταμίας: ὧν τὰ μὲν ἐκ κήποιο, τὰ δ ὑμετέρης ἀπὸ πέτρης δέξο, καὶ ἀντιδιδοὺς δὸς πλέον ὧν ἔλαβες.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기