- 텍스트

Unknown, Greek Anthology, book 6, chapter 40

(작자 미상, Greek Anthology, book 6, chapter 40)

τὼ βόε μοι:? σῖτον δὲ τετεύχατον ἵλαθι, Δηοῖ, δέχνυσο δ ἐκ μάζης, οὐκ ἀπὸ βουκολίων δὸς δὲ βόε ζώειν ἐτύμω, καὶ πλῆσον ἀρούρας δράγματος, ὀλβίστην ἀντιδιδοῦσα χάριν. σῷ γὰρ ἀρουροπόνῳ Φιλαλήθεϊ τέτρατος ἤδη ὀκτάδος ἑνδεκάτης ἐστὶ φίλος λυκάβας, οὐδέποτ ἀμήσαντι Κορινθικόν, οὔ ποτε πικρᾶς τῆς ἀφιλοσταχύου γευσαμένῳ πενίης.?

상위

Greek Anthology

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION