호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δίκτυον ἀκρομόλιβδον Ἀμύντιχος ἀμφὶ τριαίνῃ δῆσε γέρων, ἁλίων παυσάμενος καμάτων, ἐς δὲ Ποσειδάωνα καὶ ἁλμυρὸν οἶδμα θαλάσσης εἶπεν, ἀποσπένδων δάκρυον ἐκ βλεφάρων οἶσθα, μάκαρ:? κέκμηκα:
κακοῦ δ ἐπὶ γήραος ἡμῖν ἄλλυτος ἡβάσκει γυιοτακὴς πενίη. θρέψον ἔτι σπαῖρον τὸ γερόντιον, ἀλλ ἀπὸ γαίης, ὡς ἐθέλει, μεδέων κἀν χθονὶ κἀν πελάγει.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기