호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Λαϊ`ς ἀμαλδυνθεῖσα χρόνῳ περικαλλέα μορφήν, γηραλέων στυγέει μαρτυρίην ῥυτίδων ἔνθεν πικρὸν ἔλεγχον ἀπεχθήρασα κατόπτρου, ἄνθετο δεσποίνῃ τῆς πάρος ἀγλαϊής.? ἀλλὰ σύ μοι, Κυθέρεια, δέχου νεότητος ἑταῖρον δίσκον, ἐπεὶ μορφὴ σὴ χρόνον οὐ τρομέει.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기