호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Πωλείσθω, καὶ ματρὸς ἔτ ἐν κόλποισι καθεύδων, πωλείσθω.? τί δέ μοι τὸ θρασὺ τοῦτο τρέφειν· καὶ γὰρ σιμὸν ἔφυ καὶ ὑπόπτερον, ἄκρα δ ὄνυξιν κνίζει, καὶ κλαῖον πολλὰ μεταξὺ γελᾷ: πρὸς δ ἔτι λοιπὸν ἄθρεπτον, ἀείλαλον, ὀξὺ δεδορκός, ἄγριον, οὐδ αὐτῇ μητρὶ φίλῃ τιθασὸν πάντα τέρας, τοιγὰρ πεπράσεται.
εἴ τις ἀπόπλους ἔμπορος ὠνεῖσθαι παῖδα θέλει, προσίτω. καίτοι λίσσετ, ἰδού, δεδακρυμένος. οὒ σ1 ἔτι πωλῶ: θάρσει:
Ζηνοφίλᾳ σύντροφος ὧδε μένε, ναὶ τὰν Κύπριν, Ἔρως, φλέξω τὰ σὰ πάντα πυρώσας, τόξα τε καὶ Σκυθικὴν ἰοδόκον φαρέτρην φλέξω, ναί, τί μάταια γελᾷς, καὶ σιμὰ σεσηρὼς μυχθίζεις·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기