- 텍스트

Unknown, Greek Anthology, book 2, chapter 1

(작자 미상, Greek Anthology, book 2, chapter 1)

ἔκφρασις τῶν ἀγαλμάτων τῶν εἰς τὸ δημόσιον γυμνάσιον τοῦ ἐπικαλουμένου Ζευξίππου.? Δηϊ´φοβος μὲν πρῶτος ἐυγλύπτῳ ἐπὶ βωμῷ ἵστατο, τολμήεις, κεκορυθμένος, ὄβριμος ἡρ´ως, τοῖος ἐών, οἱό῀ς περ ἐπορνυμένῳ Μενελάῳ περθομένων ἤντησεν ἑῶν προπάροιθε μελάθρων. ἵστατο δὲ προβιβῶντι πανείκελος:

εὖ δ ἐπὶ κόσμῳ δόχμιος ἦν, μανίῃ δὲ κεκυφότα νῶτα συνέλκων δριμὺ μένος ξυνάγειρεν: ἕλισσε δὲ φέγγος ὀπωπῆς, οἱά῀ τε δυσμενέων μερόπων πεφυλαγμένος ὁρμήν. λαιῇ μὲν σάκος εὐρὺ προϊ´σχετο, δεξιτερῇ δὲ φάσγανον ὑψόσ1 ἀείρεν ἔμελλε δὲ μαινομένη χείρ ἀνέρος ἀντιβίοιο κατὰ χροὸς ἀο῀ρ ἐλάσσαι: ἀλλ οὐ χαλκὸν ἔθηκε φύσις πειθήμονα λύσσῃ.

Κεκροπίδης δ ἤστραπτε, νοήμονος ἄνθεμα Πειθοῦς, Αἰσχίνης: λασίης δὲ συνείρυε κύκλα παρειῆς, οἱᾶ πολυτροχάλοισιν ἀεθλεύων ἀγορῇσιν στείνετο γὰρ πυκινῇσι μεληδόσιν. ἄγχι δ ἐκείνου ἠε῀ν Ἀριστοτέλης, σοφίης πρόμος:

ἱστάμενος δὲ χεῖρε περιπλέγδην συνεέργαθεν, οὐδ ἐνὶ χαλκῷ ἀφθόγγῳ φρένας εἶχεν ἀεργέας, ἀλλ ἔτι βουλὴν σκεπτομένῳ μὲν ἐίκτο: συνιστάμεναι δὲ παρειαὶ ἀνέρος ἀμφιέλισσαν ἐμαντεύοντο μενοινήν, καὶ τροχαλαὶ σήμαινον ἀολλέα μῆτιν ὀπωπαί.

καὶ Παιανιέων δημηγόρος ἔπρεπε σάλπιγξ, ῥήτρης εὐκελάδοιο πατὴρ σοφός, ὁ πρὶν Ἀθήναις πειθοῦς θελξινόοιο νοήμονα πυρσὸν ἀνάψας. ἀλλ οὐκ ἠρεμέων διεφαίνετο, πυκνὰ δὲ βουλὴν ἐστρώφα, πυκινὴν γὰρ ἐείδετο μῆτιν ἑλίσσειν, οἱᾶ κατ εὐόπλων τεθοωμένος Ἠμαθιήων.

ἦ τάχα κεν κοτέων τροχαλὴν ἐφθέγγετο φωνήν, ἄπνοον αὐδήεντα τιθεὶς τύπον ἀλλὰ ἑ τέχνη χαλκείης ἐπέδησεν ὑπὸ σφραγῖδα σιωπῆς. ἵστατο δ Εὐρίποιο φερώνυμος: ὡς δὲ δοκεύω, λάθρῃ ὑπὸ κραδίην τραλικαῖς ὡμίλεε Μούσαις, ἔργα σαοφροσύνης διανεύμενος:

ἦν γὰρ ἰδέσθαι οἱᾶ` τέ που θυμέλῃσιν ἐν Ἀτθίσι θύρσα τινάσσων. δάφνῃ μὲν πλοκαμῖδα Παλαίφατος ἔπρεπε μάντις στεψάμενος, δόκεεν δὲ χέειν μαντώδεα φωνήν.

Ἡσίοδος δ Ἀσκραῖος ὀρειάσιν εἴδετο Μούσαις φθεγγόμενος, χαλκὸν δὲ βιάζετο θυιάδι λύσσῃ, ἔνθεον ἱμείρων ἀνάγειν μέλος. ἐγγύθι δ αὐτοῦ μαντιπόλος πάλιν ἄλλος ἐήν Φοιβηίδι δάφνῃ κοσμηθεὶς Πολύειδος:

ἀπὸ στομάτων δὲ τινάξαι ἤθελε μὲν κελάδημα θεοπρόπον ἀλλὰ ἑ τέχνη δεσμῷ ἀφωνήτῳ κατερήτυεν. οὐδὲ σὺ μολπῆς εὔνασας ἁβρὸν ἔρωτα, Σιμωνίδη, ἀλλ ἔτι χορδῆς ἱμείρεις, ἱερὴν δὲ λύρην οὐ χερσὶν ἀράσσεις. ὤφελεν ὁ πλάσσας σε, Σιμωνίδη, ὤφελε χαλκῷ συγκεράσαι μέλος ἡδύ:

σὲ δ ἂν καὶ χαλκὸς ἀναυδὴς αἰδόμενος, ῥυθμοῖσι λύρης ἀντήχεε μολπήν. ἦν μὲν Ἀναξιμένης νοερὸς σοφός:

ἐν δὲ μενοινῇ δαιμονίης ἐλέλιζε νοήματα ποικίλα βουλῆς. Θεστορίδης δ ἄρα μάντις ἐύσκοπος ἵστατο Κάλχας, οἱά῀ τε θεσπίζων, ἐδόκει δέ τε θέσφατα κεύθειν, ἢ στρατὸν οἰκτείρων Ἑλλήνιον, ἢ ἔτι θυμῷ δειμαίνων βασιλῆα πολυχρύσοιο Μυκήνης. Δέρκεό μοι σκύμνον πτολιπόρθιον Αἰακιδάων, Πύρρον Ἀχιλλείδην, ὅσον ἤθελε χερσὶν ἑλίσσειν τεύχεα χαλκήεντα, τὰ μὴ οἱ ὤπασε τέχνη:

γυμνὸν γάρ μιν ἔτευξεν ὁ δ ὑψόσε φαίνετο λεύσσων, οἱά῀ περ ἠνεμόεσσαν ἐς Ἴλιον ὄμμα τιταίνων. ἧστο δ Ἀμυμώνη ῥοδοδάκτυλος:

εἰσοπίσω μὲν βόστρυχον ἀκρήδεμνον ἑῆς συνέεργεν ἐθείρης: γυμνὸν δ εἶχε μέτωπον ἀναστέλλουσα δ ὀπωπὰς εἰνάλιον σκοπίαζε μελαγχαίτην παρακοίτην. ἐγγύθι δ εὐρύστερνος ἐφαίνετο Κυανοχαίτης γυμνὸς ἐών, πλόκαμον δὲ καθειμένον εἶχεν ἐθείρης, καὶ διερὸν δελφῖνα προϊ´σχετο, χειρὶ κομίζων δῶρα πολυζήλοιο γάμων μνηστήρια κούρης.

Πιερικὴ δὲ μέλισσα λιγύθροος ἕζετο Σαπφὼ Λεσβιάς, ἠρεμέουσα: μέλος δ εὐΰμνον ὑφαίνειν σιγαλέαις δοκέεσκεν ἀναψαμένη φρένα Μούσαις.

Φοῖβος δ εἱστήκει τριποδηλάλος: ἦν δ ἄρα χαίτης εἰσοπίσω σφίγξας ἄδετον πλόκον ἀλλ ἐνὶ χαλκῷ γυμνὸς ἐήν, ὅτι πᾶσιν ἀνειρομένοισιν Ἀπόλλων γυμνῶσαι δεδάηκεν ἀληθέα δήνεα Μοίρης, ἢ ὅτι πᾶσιν ὁμῶς ἀναφαίνεται: ἠέλιος γὰρ Φοῖβος ἄναξ, καθαρὴν δὲ φέρει τηλέσκοπον αἴγλην.

ἄγχι δὲ Κύπρις ἔλαμπεν ἔλειβε δὲ νώροπι χαλκῷ ἀγλαϊής ῥαθάμιγγας: φαίνετο μέν, φᾶρος δὲ συνήγαγεν ἄντυγι μηρῶν, χρυσείῃ πλοκαμῖδας ὑποσφίγξασα καλύπτρῃ.

Κλεινιάδην δὲ τέθηπα, περιστίλβοντα νοήσας ἀγλαϊῄ χαλκῷ γὰρ ἀνέπλεκε κάλλεος αὐγὴν, τοῖος ἐὼν, οἱό῀ς περ ἐν Ἀτθίδι, μητέρι μύθων, ἀνδράσι Κεκροπίδῃσι πολύφρονα μῆτιν ἐγείρων. Χρύσης δ αὖθ ἱερεὺς πέλας ἵστατο, δεξιτερῇ μὲν σκῆπτρον ἀνασχόμενος Φοιβήϊον, ἐν δὲ καρήνῳ στέμμα φέρων μεγέθει δὲ κεκασμένος ἔπρεπε μορφῆς, οἱά῀ περ ἡρώων ἱερὸν γένος:

ὡς δοκέω δέ, Ἀτρείδην ἱκέτευε: βαθὺς δὲ οἱ ἤνθεε πώγων, καὶ ταναῆς ἄπλεκτος ἐσύρετο βότρυς ἐθείρης.

Καῖσαρ δ ἐγγὺς ἔλαμπεν Ιοὔλιος, ὅς ποτε Ῥώμην ἀντιβίων ἔστεψεν ἀμετρήτοισι βοείαις. αἰγίδα μὲν βλοσυρῶπιν ἐπωμαδὸν ἠε῀ν ἀείρων, δεξιτερῇ δὲ κεραυνὸν ἀγάλλετο χειρὶ κομίζων, οἱᾶ Ζεὺς νέος ἄλλος ἐν Αὐσονίοισιν ἀκούων. εἱστήκει δὲ Πλάτων θεοείκελος, ὁ πρὶν Ἀθήναις δείξας κρυπτὰ κέλευθα θεοκράντων ἀρετάων.

ἄλλην δ εὐπατέρειαν ἴδον χρυσῆν Ἀφροδίτην, γυμνὴν παμφανόωσαν ἐπὶ στέρνων δὲ θεαίνης αὐχένος ἐξ ὑπάτοιο χυθεὶς ἐλελίζετο κεστός. ἵστατο δ Ἑρμαφρόδιτος ἐπήρατος, οὔθ ὅλος ἀνήρ, οὐδὲ γυνή: μικτὸν γὰρ ἐήν βρέτας ἦ τάχα κοῦρον Κύπριδος εὐκόλποιο καὶ Ἑρμάωνος ἐνίψεις:

μαζοὺς μὲν σφριγόωντας ἐδείκνυεν, οἱά῀ τε κούρη:

σχῆμα δὲ πᾶσιν ἔφαινε φυτοσπόρον ἄρσενος αἰδοῦς, ξυνῆς ἀγλαϊής κεκερασμένα σήματα φαίνων. παρθενικὴ δ Ἤριννα λιγύθροος ἕζετο κούρη, οὐ μίτον ἀμφαφόωσα πολύπλοκον, ἀλλ ἐνὶ σιγῇ Πιερικῆς ῥαθάμιγγας ἀποσταλάουσα μελίσσης. μήτε λίπῃς Τέρπανδρον ἐϋ´θροον, οὗ τάχα φαίης ἔμπνοον, οὐκ ἄφθογγον ἰδεῖν βρέτας:

ὡς γὰρ ὀίω, κινυμέναις πραπίδεσσιν ἀνέπλεκε μύστιδα μολπήν, ὥς ποτε δινήεντος ἐπ Εὐρώταο ῥοάων μυστιπόλῳ φόρμιγγι κατεπρήϋνεν ἀείδων ἀγχεμάχων κακότητας Ἀμυκλαίων ναετήρων. Ἠγασάμην δ ὁρόων σε, Περίκλεες, ὅττι καὶ αὐτῷ χαλκῷ ἀναυδήτῳ δημηγόρον ἦθος ἀνάπτεις, ὡς ἔτι Κεκροπίδῃσι θεμιστεύων πολιήταις, ἢ μόθον ἐντύνων Πελοπήιον.

ἱστάμενος δὲ ἔπρεπε Πυθαγόρας, Σάμιος σοφός, ἀλλ ἐν Ὀλύμπῳ ἐνδιάειν ἐδόκευε, φύσιν δ ἐβιάζετο χαλκοῦ, πλημμύρων νοερῇσι μεληδόσιν:

ὡς γὰρ ὀίω, οὐρανὸν ἀχράντοισιν ἐμέτρεε μοῦνον ὀπωπαῖς. Στησίχορον δ ἐνόησα λιγύθροον, ὅν ποτε γαῖα Σικελικὴ μὲν ἔφερβε, λύρης δ ἐδίδαξεν Ἀπόλλων ἁρμονίην, ἔτι μητρὸς ἐνὶ σπλάγχνοισιν ἐόντα:

τοῦ γὰρ τικτομένοιο καὶ ἐς φάος ἄρτι μολόντος ἔκποθεν ἠερόφοιτος ἐπὶ στομάτεσσιν ἀηδὼν λάθρῃ ἐφεζομένη λιγυρὴν ἀνεβάλλετο μολπήν. χαῖρέ μοι Ἀβδήρων Δημόκριτε κῦδος ἀρούρης, ὅττι σὺ καλλιτόκοιο φυῆς ἐφράσσαο θεσμούς, λεπτὰ διακρίνων πολυϊ´δμονος ὄργια Μούσης: αἰεὶ δὲ σφαλερὰς ἐγέλας βιότοιο κελεύθους, εὖ εἰδὼς ὅτι πάντα γέρων παραμείβεται Αἰών.

Ἡρακλέης δ ἀνίουλον ἐδείκνυε κύκλον ὑπήνης, μῆλα λεοντοφόνῳ παλάμᾐ χρύσεια κομίζων, γαίης ὄλβια δῶρα Λιβυστίδος. ἐγγύθι δ αὐτοῦ Παλλάδος ἀρήτειρα παρίστατο, παρθένος Αὔγη, φᾶρος ἐπιστείλασα κατωμαδὸν οὐ γὰρ ἐθείρας κρηδέμνῳ συνέεργεν:

ἑὰς δ ἀνετείνετο χεῖρας, οἱά῀ τε κικλήσκουσα Διὸς γλαυκώπιδα κούρην, Ἀρκαδικῆς Τεγέης ὑπὸ δειράδος.

ἵλαθι, γαίης Τρωϊάδος βλάστημα σακεσπάχον, ἵλαθι, λάμπων Αἰνεία Τρώων βουληφόρε: σαῖς γὰρ ὀπωπαῖς ἀγλαϊής πνείουσα σοφὴ.

περιλείβεται αἰδώς, θέσκελον ἀγγέλλουσα γένος χρυσῆς Ἀφροδίτης. Ἠγασάμην δὲ Κρέουσαν ἰδὼν πενθήμονι κόσμῳ, σύγγαμον Αἰνείαο κατάσκιον ἀμφὶ γὰρ αὐταῖς ἀμφοτέραις κρήδεμνον ἐφελκύσσασα παρειαῖς, πάντα πέριξ ἐκάλυψε ποδηνεκέι χρόα πέπλῳ, οἱά῀ τε μυρομένη: τὰ δὲ χάλκεα δάκρυα νύμφης Ἄρεϊ δουρίκτητον ἐμαντεύοντο τιθήνην, Ἴλιον Ἀργείοισιν ἐελμένον ἀσπιδιώταις, %2οὔθ Ἕλενος κοτέων ἀπεπαύετο:

πατρίδι νηλὴς φαίνετο δινεύων ἔτι που χόλον ἦν μὲν ἀείρων δεξιτερῇ φιάλην ἐπιλοίβιον:

ὡς δοκέω δέ, ἐσθλὰ μὲν Ἀργείοις μαντεύετο, καδδὲ τιθήνης ἀθανάτοις ἠρᾶτο πανύστατα πήματα φαίνειν. Ἀνδρομάχη δ ἕστηκε ῥοδόσφυρος Ηἐτιώνη, οὔτι γόον σταλάουσα πολύστονον ὡς γὰρ ὀίω, οὔπω ἐνὶ πτολέμῳ κορυθαίολος ἤριπεν Ἕκτωρ, οὐδὲ φερεσσακέων ὑπερήνορες υἱε῀ς Ἀχαιῶν Δαρδανίην ξύμπασαν ἐληϊ´σσαντο τιθήνην, ἦν δ ἐσιδεῖν Μενέλαον ἀρήιον, ἀλλ ἐπὶ νίκῃ γηθόσυνον σχεδόθεν γὰρ ἐθάλπετο χάρματι πολλῷ δερκόμενος ῥοδόπηχυν ὁμόφρονα Τυνδαρεώνην.

ἠγασάμην δ Ἑλένης ἐρατὸν τύπον, ὅττι καὶ αὐτῷ χαλκῷ κόσμον ἔδωκε πανίμερον ἀγλαϊή γὰρ ἔπνεε θερμὸν ἔρωτα.

καὶ ἀψύχῳ ἐνὶ τέχνῃ.

πυκναῖς δὲ πραπίδεσσιν ἀγάλλετο δῖος Ὀδυσσεύς: οὐ γὰρ ἐήν ἀπάνευθε πολυστρέπτοιο μενοινῆς, ἀλλ ἔτι κόσμον ἔφαινε σοφῆς φρενός: ἦν δ ἐνὶ θυμῷ καγχαλόων Τροίην γὰρ ἐγήθεε πᾶσαν ὀλέσσας ᾗσι δολοφροσύνῃσι. σὺ δ Ἕκτορος ἔννεπε μῆτερ, τίς σε, πολυτλήμων Ἑκάβη, τίς δάκρυα λείβειν ἀθανάτων ἐδίδαξεν ἀφωνήτῳ ἐνὶ κόσμῳ·

οὐδέ σε χαλκὸς ἔπαυσεν ὀιζύος, οὐδέ σε τέχνη ἄπνοος οἰκτείρασα δυσαλθέος ἔσχεθε λύσσης: ἀλλ ἔτι δακρυχέουσα παρίστασαι ὡς δὲ δοκεύω, οὐκέτι δυστήνου μόρον Ἕκτορος, οὐδὲ ταλαίνης Ἀνδρομάχης βαρὺ πένθος ὀδύρεαι, ἀλλὰ πεσοῦσαν πατρίδα σήν:

φᾶρος γὰρ ἐπικρεμὲς ἀμφὶ προσώπῳ πήματα μὲν δείκνυσιν, ἀπαγγέλλουσι δὲ πέπλοι πένθος ὑποβρύχιον κεχαλασμένοι ἄχρι πεδίλων ἄλγεϊ γὰρ πυμάτῳ δέδεσαι φρένα, καδδὲ παρειῆς δάκρυα μὲν σταλάεις, τὸ δὲ δάκρυον ἔσβεσε τέχνη, ἄπλετον ἀγγέλλουσα δυσαλθέος αὐχμὸν ἀνίης. Κασσάνδρην δ ἐνόησα θεοπρόπον, ἀλλ ἐνὶ σιγῇ μεμφομένη γενετῆρα, σοφῆς ἀνεπίμπλατο λύσσης.

, οἱά῀ τε θεσπίζουσα πανύστατα πήματα πάτρης.

Πύρρος δ ἄλλος ἐήν πτολιπόρθιος: οὐκ ἐπὶ χαίτης ἱππόκομον τρυφάλειαν ἔχων, οὐκ ἔγχος ἑλίσσων, ἀλλ ἄρα γυμνὸς ἔλαμπε, καὶ ἄχνοον εἶχεν ὑπήνην δεξιτερὴν δ ἀνέτεινεν ἑήν, ἐπιμάρτυρα νίκης, λοξὰ Πολυξείνην βαρυδάκρυον ὄμματι λεύσσων. εἰπέ, Πολυξείνη δυσπάρθενε, τίς τοι ἀνάγκη χαλκῷ ἐν ἀφθόγγῳ ·

κεκρυμμένα δάκρυα λείβειν· πῶς δὲ τεῷ κρήδεμνον ἐπειρύσσασα προσώπῳ ἵστασαι, αἰδομένῃ μὲν ἀλίγκιος, ἀλλ ἐνὶ θυμῷ πένθος ἔχεις · μὴ δή σε τεὸν πτολίεθρον ὀλέσσας ληϊ´δα Πύρρος ἔχοι Φθιώτιος·

οὐδέ σε μορφὴ ῥύσατο τοξεύσασα Νεοπτολέμοιο μενοινήν, ἥ ποτε θηρεύσασα τεοῦ γενετῆρα φονῆος εἰς λίνον αὐτοκέλευστον ἀελπέος ἦγεν ὀλέθρου. ναὶ μὰ τὸν ἐν χαλκῷ νοερὸν τύπον, εἴ νύ τε τοίην ἔδρακε Πύρρος ἄναξ, τάχα κεν ξυνήονα λέκτρων ἤγετο, πατρῴης προλιπὼν μνημήια μοίρης, Ἠγασάμην δ Αἰάντα, τὸν ὀβριμόθυμος Οἰλεὺς Λοκρίδος ἐσπέρμηνε πελώριον ἑρ´κος ἀρούρης.

φαίνετο μὲν νεότητι κεκασμένος:

οὐδὲ γὰρ ἠε῀ν ἄνθεϊ λαχνήεντι γενειάδος ἄκρα χαράξας: γυμνὸν δ εἶχεν ἅπαν στιβαρὸν δέμας: ἠνορέῃ δὲ βεβριθὼς ἐλέλιζε μαχήμονος οἶστρον Ἐνυοῦς. Οἰνώνη δὲ χόλῳ φρένας ἔζεεν, ἔζεε πικρῷ ζήλῳ θυμὸν ἔδουσα, Πάριν δ ἐδόκευε λαθοῦσα ὄμματι μαινομένῳ κρυφίην δ ἤγγειλεν ἀπειλήν, δεξιτερῇ βαρύποτμον ἀναινομένη παρακοίτην, αἰδομένῳ μὲν ἐοίκεν ὁ βουκόλος, εἶχε δ ὀπωπὴν πλαζομένην ἑτέρωσε δυσίμερος:

αἴδετο γάρ που Οἰνώνην βαρύδακρυν ἰδεῖν, Κεβρηνίδα νύμφην.

Αὐαλέῳ δὲ Δάρης ἐζώννυτο χεῖρας ἱμάντι, πυγμαχίης κήρυκα φέρων χόλον ἠνορέης δὲ ἔπνεε θερμὸν ἀήμα πολυστρέπτοισιν ὀπωπαῖς. Ἔντελλος δέ, Δάρητος ἐναντίον ὄμμα τιταίνων, γυιοτόρους μύρμηκας ἐμαίνετο χερσὶν ἑλίσσων πυγμαχίης δ ὤδινε φόνον διψῶσαν ἀπειλήν.

ἦν δὲ παλαισμοσύνην δεδαημένος ὄβριμος ἀνήρ εἰ δὲ Φίλων ἤκουε πελώριος, εἴτε Φιλάμμων, εἴτε Μίλων Σικελῆς ἔρυμα χθονός, οἶδεν Ἀπόλλων οὐ γὰρ ἐγὼ δεδάηκα διακρῖναι καὶ ἀεῖσαι οὔνομα θαρσαλέου κλυτὸν ἀνέρος, ἀλλὰ καὶ ἔμπης ἔπνεεν ἠνορέης: λάσιος δὲ οἱ εἵλκετο πώγων, καὶ φόβον ἠκούτιζον ἀεθλητῆρα παρειαί, καὶ κεφαλῆς ἔφρισσον ἐθειράδες:

ἀμφὶ δὲ πυκνοῖς μυῶνες μελέεσσιν ἀνοιδαίνοντο ταθέντες τρηχαλέοι, δοιοὶ δέ, συνισταμένων παλαμάων, εὐρέες ἐσφήκωντο βραχίονες, ἠϋ´τε πέτραι, καὶ παχὺς ἀλκήεντι τένων ἐπανίστατο νώτῳ, αὐχένος εὐγνάμπτοιο περὶ πλατὺν αὐλὸν ἀνέρπων.

Δέρκεό μοι Χαρίδημον, ὃς Ἀτθίδος ἡγεμονεύων Κεκροπίδην στρατὸν εἶχεν ἑῇς πειθήμονα βουλῇς.

ἦ κεν ἰδὼν ἀγάσαιο Μελάμποδα: μαντιπόλου μὲν ἱερὸν εἶδος ἔφαινεν, ἐοίκε δὲ θέσπιδος ὀμφῆς σιγηλοῖς στομάτεσσι θεοπρόπον ἄσθμα τιταίνων. Πάνθοος ἦν Τρώων βουληφόρος, ἀλλ ἔτι δεινὴν οὔπω μῆτιν ἔπαυσε κατ Ἀργείων στρατιάων.

Δημογέρων δὲ νόημα πολύπλοκον εἶχε Θυμοίτης ἀμφασίης πελάγεσσιν ἐελμένος: ἦ γὰρ ἐῴκει σκεπτομένῳ τινὰ μῆτιν ἔτι Τρώεσσιν ὑφαίνειν. Λάμπων δ ἀχνυμένῳ ἐναλίγκιος ἠε῀ν ἰδέσθαι:

οὐ γὰρ ἔτι φρεσὶν εἶχε κυλινδομένοιο κυδοιμοῦ τειρομένοις Τρώεσσι τεκεῖν παιήονα βουλήν. εἱστήκει Κλυτίος μὲν ἀμήχανος: εἶχε δὲ δοιὰς χεῖρας ὁμοπλεκέας, κρυφίης κήρυκας ἀνίης. χαῖρε φάος ῥήτρης Ἰσόκρατες, ὅττι σὺ χαλκῷ κόσμον ἄγεις:

δοκέεις γὰρ ἐπίφρονα μήδεα φαίνειν, εἰ καὶ ἀφωνήτῳ σε πόνῳ χαλκεύσατο τέχνη. ἔστενε δ Ἀμφιάρηος ἔχων πυριλαμπέα χαίτην στέμματι δαφναίῳ: κρυφίην δ ἐλέλιζεν ἀνίην, θεσπίζων, ὅτι πᾶσι βοόκτιτος ἀνδράσι Θήβη ἀνδράσιν Ἀργείοισιν ὑπότροπον ἦμαρ ὀλέσσει.

ἀγλαὸς εἱστήκει χρησμηγόρος, ὅντινά φασιν μαντιπόλου γενετῆρα θεοφραδέος Πολυείδου: εὐπετάλῳ δὲ κόμας ἐστεμμένος ἔπρεπε δάφνῃ.

εἶδον ἀκερσεκόμην Ἕκατον θεόν, εἶδον ἀοιδῆς κοίρανον, ἀδμήτοισι κεκασμένον ἄνθεσι χαίτην εἶχε γὰρ ἀμφοτέροισι κόμης μεμερισμένον ὤμοις βόστρυχον αὐτοέλικτον: ἕλισσε δὲ μάντιν ὀπωπήν, οἱά῀ τε μαντοσύνῃ μεροπήια πήματα λύων. γυμνὸς δ ὀβριμόθυμος ἐήν Τελαμώνιος Αἰάς, μήπω πρῶτον ἰούλον ἔχων ἐκέκαστο δὲ μορφῆς ἄνθεσι πατρῴης:

πλοκάμους δ ἐσφίγγετο μίτρῃ: οὐ γὰρ ἐήν τρυφάλειαν ἔχων, οὐκ ἔγχος ἑλίσσων, οὐ σάκος ἑπταβόειον ἐπωμαδόν, ἀλλὰ τοκῆος θαρσαλέην ἀνέφαινεν ἀγηνορίην Τελαμῶνος. ἵστατο Σαρπηδών, Λυκίων πρόμος:

ἠνορέῃ μὲν φρικτὸς ἐήν ἁπαλοῖς δὲ νεοτρεφέεσσιν ἰούλοις οἴνοπος ἄκρα χάρασσε γενειάδος: ἀμφὶ δὲ χαίταις εἶχε κόρυν γυμνὸς μὲν ἐήν δέμας, ἀλλ ἐνὶ μορφῇ σπέρμα Διὸς σήμαινεν ἀπ ἀμφοτέρης γὰρ ὀπωπῆς μαρμαρυγὴν ἀπέπεμπεν ἐλευθερίου γενετῆρος, καὶ τρίτος · εὐχαίτης τριποδηλάλος ἠε῀ν Ἀπόλλων, καλὸς ἰδεῖν:

πλόκαμος γὰρ ἕλιξ ἐπιδέδρομεν ὤμοις ἀμφοτέροις: ἐρατὴ δὲ θεοῦ διεφαίνετο μορφή, χαλκῷ κόσμον ἄγουσα:

θεὸς δ ἐτίταινεν ὀπωπήν, οἱά῀ τε μαντιπόλοισιν ἐπὶ τριπόδεσσι δοκεύων. καὶ τριτάτην θάμβησα πάλιν χρυσῆν Ἀφροδίτην, φάρεϊ κόλπον ἔχουσαν ἐπίσκιον ἀμφὶ δὲ μαζοῖς κεστὸς ἕλιξ κεχάλαστο, χάρις δ ἐνενήχετο κεστῷ. αἰχμητὴς δ ἀνίουλος ἐλάμπετο δῖος Ἀχιλλεύς, γυμνὸς ἐὼν σαγέων ἐδόκευε μὲν ἔγχος ἑλίσσειν δεξιτερῇ, σκαιῇ δὲ σάκος χάλκειον ἀείρειν, σχήματι τεχνήεντι: μόθου δ ἀπέπεμπεν ἀπειλὴν θάρσεϊ τολμήεντι τεθηγμένος:

αἱ γὰρ ὀπωπαὶ γνήσιον ἦθος ἔφαινον ἀρήιον Αἰακιδάων.

ἦν δὲ καὶ Ἑρμείας χρυσόρραπις: ἱστάμενος δὲ δεξιτερῇ πτερόεντος ἀνείρυε δεσμὰ πεδίλου, εἰς ὁδὸν ἀίξαι λελιημένος: εἶχε γὰρ ἤδη δεξιὸν ὀκλάζοντα θοὸν πόδα, τῷ ἔπι λαιὴν χεῖρα ταθεὶς ἀνέπεμπεν ἐς αἰθέρα κύκλον ὀπωπῆς, οἱά῀ τε πατρὸς ἄνακτος ἐπιτρωπῶντος ἀκούων. Αὐσονὶς ἀρρήτου σοφίης ἐθρέψατο Σειρήν.

Φοίβου δ οὐρεσίφοιτος ὁμόγνιος ἵστατο κούρη Ἄρτεμις, ἀλλ οὐ τόξον ἑκηβόλον, οὐδὲ φαρέτρην ἰοδόκην ἀνέχουσα κατωμαδὸν ἦν δ ἐπὶ γούνων παρθένιον λεγνωτὸν ἀναζωσθεῖσα χιτῶνα, καὶ τριχὸς ἀκρήδεμνον ἀνιεμένη πλόκον αὔραις. ἔμφρονα χαλκὸν Ὅμηρος ἐδείκνυεν, οὔτε μενοινῆς ἄμμορον, οὔτε νόου κεχρημένον, ἀλλ ἄρα μούνης φωνῆς ἀμβροσίης, ἀνέφαινε δὲ θυιάδα τέχνην.

ἦ καὶ χαλκὸν ἔχευσεν ὁμῆ θεὸς εἴδεϊ μορφῆς: οὐ γὰρ ἐγὼ κατὰ θυμὸν ὀίομαι ὅττι μιν ἀνὴρ ἐργοπόνος χάλκευσε παρ ἐσχαρεῶνι θαάσσων, ἀλλ αὐτὴ πολύμητις ἀνέπλασε χερσὶν Ἀθήνη εἶδος ἐπισταμένη τόπερ ᾤκεεν ἐν γὰρ Ὁμήρῳ αὐτὴ ναιετάουσα σοφὴν ἐφθέγγετο μολπήν.

σύννομος Ἀπόλλωνι πατὴρ ἐμός, ἰσόθεος φὼς ἵστατο θεῖος Ὅμηρος:

ἐίκτο μὲν ἀνδρὶ νοῆσαι γηραλέῳ: τὸ δὲ γῆρας ἐήν γλυκύ: τοῦτο γὰρ αὐτῷ πλειοτέρην ἔσταζε χάριν: κεκέραστο δὲ κόσμῳ αἰδοίῳ τε φίλῳ τε: σέβας δ ἀπελάμπετο μορφῆς. αὐχένι μὲν κύπτοντι γέρων ἐπεσύρετο βότρυς χαίτης, εἰσοπίσω πεφορημένος, ἀμφὶ δ ἀκουὰς πλαζόμενος κεχάλαστο:

κάτω δ εὐρύνετο πώγων ἀμφιταθείς, μαλακὸς δὲ καὶ εὔτροχος: οὐδὲ γὰρ ἠε῀ν ὀξυτενής, ἀλλ εὐρὺς ἐπέπτατο, κάλλος ὑφαίνων στήθεϊ γυμνωθέντι καὶ ἱμερόεντι προσώπῳ. γυμνὸν δ εἶχε μέτωπον, ἐπ ἀπλοκάμῳ δὲ μετώπῳ ἧστο σαοφροσύνη κουροτρόφος: ἀμφὶ δ ἄρ ὀφρῦς ἀμφοτέρας προβλῆτας ἐύσκοπος ἔπλασε τέχνη, οὔτι μάτην:

φαέων γὰρ ἐρημάδες ἦσαν ὀπωπαί. ἀλλ οὐκ ἦν ἀλαῷ ἐναλίγκιος ἀνδρὶ νοῆσαι:

ἕζετο γὰρ κενεοῖς χάρις ὄμμασιν ὡς δὲ δοκεύω, τέχνη τοῦτο τέλεσσεν, ὅπως πάντεσσι φανείη φέγγος ὑπὸ κραδίην σοφίης ἄσβεστον ἀείρων. δοιαὶ μὲν ποτὶ βαιὸν ἐκοιλαίνοντο παρειαί, γήραϊ ῥικνήεντι κατάσχετοι ἀλλ ἐνὶ κείναις αὐτογενής, Χαρίτεσσι συνέστιος, ἵζανεν Αἰδώς: Πιερικὴ δὲ μέλισσα περὶ στόμα θεῖον ἀλᾶτο, κηρίον ὠδίνουσα μελισταγές.

ἀμφοτέρας δὲ χεῖρας ἐπ ἀλλήλαισι τιθεὶς ἐπερείδετο ῥάβδῳ, οἱά῀ περ ἐν ζωοῖσιν ἑὴν δ ἔκλινεν ἀκουὴν δεξιτερήν, δόκεεν δὲ καὶ Ἀπόλλωνος ἀκούειν, ἢ καὶ Πιερίδων τινὸς ἐγγύθεν. ἐν δ ἄρα θυμῷ σκεπτομένῳ μὲν ἐίκτο, νόος δὲ οἱ ἔνθα καὶ ἔνθα ἐξ ἀδύτων πεφόρητο πολυστρέπτοιο μενοινῆς, Πιερικῆς Σειρῆνος ἀρήιον ἔργον ὑφαίνων.

καὶ Σύριος σελάγιζε σαοφροσύνῃ Φερεκύδης ἱστάμενος:

σοφίης δὲ θεουδέα κέντρα νομεύων, οὐρανὸν ἐσκοπίαζε, μετάρσιον ὄμμα τιταίνων. καὶ σοφὸς Ἡράκλειτος ἐήν, θεοείκελος ἀνήρ, ἔνθεον ἀρχαίης Ἐφέσου κλέος, ὅς ποτε μοῦνος ἀνδρομέης ἔκλαιεν ἀνάλκιδος ἔργα γενέθλης. καὶ τύπος ἁβρὸς ἔλαμπεν ἀριστονόοιο Κρατίνου, ὅς ποτε δημοβόροισι πολισσούχοισιν Ιὤνων θυμοδακεῖς ἐθόωσεν ἀκοντιστῆρας ἰάμβους, κῶμον ἀεξήσας, φιλοπαίγμονος ἔργον ἀοιδῆς.

εἱστήκει δὲ Μένανδρος, ὃς εὐπύργοισιν Ἀθήναις ὁπλοτέρου κώμοιο σελασφόρος ἔπρεπεν ἀστήρ: πολλάων γὰρ ἔρωτας ἀνέπλασε παρθενικάων, καὶ Χαρίτων θεράποντας ἐγείνατο παῖδας ἰάμβους, ἁρ´παγας οἰστρήεντας ἀεδνώτοιο κορείης, μίξας σεμνὸν ἔρωτι μελίφρονος ἄνθος ἀοιδῆς.

Ἀμφιτρύων δ ἤστραπτεν, ἀπειρογάμῳ τρίχα δάφνῃ στεψάμενος: πᾶσιν μὲν ἐύσκοπος εἴδετο μάντις:

στέμμα πολυστρέπτοισιν ἐπάρμενον εἶχεν ἐθείραις, Ἀλκμήνης μενέχαρμος ἀριστοτόκου παρακοίτης, Θουκυδίδης δ ἐλέλιξεν ἑὸν νόον ἦν δὲ νοῆσαι οἱά῀ περ ἱστορίης δημηγόρον ἦθος ὑφαίνων δεξιτερὴν γὰρ ἀνέσχε μετάρσιον, ὡς πρὶν ἀείδων Σπάρτης πικρὸν Ἄρηα καὶ αὐτῶν Κεκροπιδάων, Ἑλλάδος ἀμητῆρα πολυθρέπτοιο τιθήνης.

ἔδρακεν ἑρπύζων, ἐνάταις ἀνεθήκατο Μούσαις, μίξας εὐεπίῃσιν Ιὠνίδος ἄνθεα φωνῆς.

Θήβης δ Ὠγυγίης Ἑλικώνιος ἵστατο κύκνος, Πίνδαρος ἱμερόφωνος, ὃν ἀργυρότοξος Ἀπόλλων ἔτρεφε Βοιωτοῖο παρὰ σκοπιὴν Ἑλικῶνος, καὶ μέλος ἁρμονίης ἐδιδάξατο: τικτομένου γὰρ ἑζόμεναι λιγυροῖσιν ἐπὶ στομάτεσσι μέλισσαι κηρὸν ἀνεπλάσσαντο, σοφῆς ἐπιμάρτυρα μολπῆς.

Ξεινοφόων δ ἤστραπτε, φεράσπιδος ἀστὸς Ἀθήνης, ὃς πρὶν Ἀχαιμενίδαο μένος Κύροιο λιγαίνων, εἵπετο φωνήεντι Πλατωνίδος ἤθεϊ Μούσης, ἱστορίης φιλάεθλον ἀριστώδινος ὀπώρην συγκεράσας ῥαθάμιγξι φιλαγρύπνοιο μελίσσης. ἵστατο δ Ἀλκμάων κεκλημένος οὔνομα μάντις:

ἀλλ οὐ μάντις ἐήν ὁ βοώμενος, οὐδ ἐπὶ χαίτης δάφνης εἶχε κόρυμβον: ἐγὼ δ Ἀλκμᾶνα δοκεύω, ὃς πρὶν ἐυφθόγγοιο λύρης ἠσκήσατο τέχνην, Δώριον εὐκελάδοισι μέλος χορῇσιν ὑφαίνων.

καὶ πρόμος εὐκαμάτων Πομπήιος Αὐσονιήων, φαιδρὸν ἰσαυροφόνων κειμήλιον ἠνορεάων, στειβομένας ὑπὸ ποσσὶν Ἰσαυρίδας εἶχε μαχαίρας, σημαίνων ὅτι δοῦλον ὑπὸ ζυγὸν αὐχένα Ταύρου εἴρυσεν, ἀρρήκτῳ πεπεδημένον ἅμματι Νίκης. κεῖνος ἀνήρ, ὃς πᾶσιν ἐήν φάος, ὃς βασιλῆος ἠγαθέην ἐφύτευσεν Ἀναστασίοιο γενέθλην.

τοῦτο δὲ πᾶσιν ἔδειξεν ἐμὸς σκηπτοῦχος ἀμύμων, δῃώσας σακέεσσιν Ἰσαυρίδος ἔθνεα γαίης.

ἵστατο δ ἄλλος Ὅμηρος, ὃν οὐ πρόμον εὐεπιάων θέσκελον υἱᾶ Μέλητος ἐυρρείοντος ὀίω, ἀλλ ὃν Θρηικίῃσι παρ ᾐόσι γείνατο μήτηρ Μοιρὼ κυδαλίμη Βυζαντιάς, ἣν ἔτι παιδνὴν ἔτρεφον εὐεπίης ἡρωίδος ἴδμονα Μοῦσαι: κεῖνος γὰρ τραγικῆς πινυτὴν ἠσκήσατο τέχνην, κοσμήσας ἐπέεσσιν ἑὴν Βυζαντίδα πάτρην.

πνείων εὐεπίης Βεργίλλιος, ὅν ποτε Ῥώμης Θυμβριὰς ἄλλον Ὅμηρον ἀνέτρεφε πάτριος Ἠχώ.?

상위

Greek Anthology

목록

  • chapter 1
일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION