호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὑπόθεσις, ἀπολογία εὔφημος.? Ὁμηροκέντρων βίβλος Πατρικίοιο θεουδέος ἀρητῆρος, ὃς μέγα ἔργον ἔρεξεν, ὁμηρείης ἀπὸ βίβλου κυδαλίμων ἐπέων τεύξας ἐρίτιμον ἀοιδήν, πρήξιας ἀγγέλλουσαν ἀνικήτοιο Θεοῖο: ὡς μόλεν ἀνθρώπων ἐς ὁμήγυριν, ὡς λάβε μορφὴν ἀνδρομέην, καὶ γαστρὸς ἀμεμφέος ἔνδοθι κούρης κρύπτετο τυτθὸς ἐών, ὃν ἀπείριτος οὐ χάδε κύκλος:
ἠδ ὡς παρθενικῆς θεοκύμονος ἔσπασε μαζὸν παρθενίοιο γάλακτος ἀναβλύζοντα ῥέεθρον ὡς κτάνεν Ἡρώδης ἀταλάφρονας εἰσέτι παῖδας νήπιος, ἀθανάτοιο Θεοῦ διζήμενος οἶτον ὥς μιν Ιωἄννης λοῦσεν ποταμοῖο ῥεέθροις: ὥς τε δυώδεκα φῶτας ἀμύμονας ἔλλαβ ἑταίρους:
ὅσσων τ ἄρτια πάντα Θεὸς τεκτήνατο γυῖα, νούσους τ ἐξελάσας στυγερὰς βλεφάρων τ ἀλαωτύν, ἠδ ὅππως ῥείοντας ἀπέσβεσεν αἵματος ὁλκοὺς ἁψαμένης ἑανοῖο πολυκλαύτοιο γυναικός: ἠδ ὅσσους μοίρῃσιν ὑπ ἀργαλέῃσι δαμέντας ἤγαγεν ἐς φάος αὖθις ἀπὸ χθονίοιο βερέθρου:
ὥς τε πάθους ἁγίου μνημήια κάλλιπεν ἄμμιν ὥς τε βροτῶν ὑπὸ χερσὶ τάθη κρυεροῖς ἐνὶ δεσμοῖς, αὐτὸς ἑκών οὐ γάρ τις ἐπιχθονίων πολεμίζοι ὑψιμέδοντι Θεῷ, ὅτε μὴ αὐτός γε κελεύοι:
κεῖθεν δὲ ψυχὰς θεοπειθέας οὐρανὸν εἴσω ἤγαγεν ἀχράντοισιν ὑπ ἐννεσίῃσι τοκῆος, ἀνστὰς ἐν τριτάτᾐ φαεσιμβρότῳ ἠριγενείῃ ἀρχέγονον βλάστημα θεοῦ γενετῆρος ἀνάρχου.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기