- 텍스트

Unknown, Elegy and Iambus, Volume II, Ἐπιγραμμάτων Ἀδεσπότων Ἐκλογή?, mixed meters

(작자 미상, 비가, Ἐπιγραμμάτων Ἀδεσπότων Ἐκλογή, mixed meters)

π. λάρνακος τῆς Κυψέλου: . . λάρναξ κέδρου μὲν πεποίηται, ζῴδια δὲ ἐλέφαντος ἐπ αὐτῆς, τὰ δὲ χρυσοῦ, τὰ δὲ καὶ ἐξ αὐτῆς ἐστιν εἰργασμένα τῆς κέδρου. ἐς ταύτην τὴν λάρνακα Κύψελον τὸν Κορίνθου τυραννέυσαντα ἀπέκρυψεν ἡ μήτηρ, ἡνίκα τεχθέντα ἀνευρεῖν αὐτὸν σπουδῂν ἐποιοῦντο οἱ Βακχίδαι. τῆς μὲν δὴ σωτηρίας ἕνεκα τοῦ Κυψέλου τὸ ἀπ αὐτοῦ γένος οἱ ὀνομαζόμενοι Κυψελίδαι τὴν λάρνακα ἐς Ὀλύμπιαν ἀνέθεσαν, τὰς δὲ λάρνακας οἱ τότε ἐκάλουν Κορίνθιοι κυψέλας: ἀπὸ τούτου δὲ καὶ ὄνομα Κύψελον τῷ παιδὶ θέσθαι λέγουσι. τῶν δὲ ἐπὶ τῇ λάρνακι ἐπιγράμματα ἔπεστι τοῖς πλείοσι γράμμασι τοῖς ἀρχαίοις γεγραμμένα: καὶ τὰ μὲν ἐς εὐθὺ αὐτῶν ἔχει, σχήματα δὲ ἄλλα τῶν γραμμάτων βουστροφηδὸν καλοῦσιν Ἕλληνες: τὸ δέ ἐστι τοιόνδε: ἀπὸ τοῦ πέρατος τοῦ ἔπους ἐπιστρέφει τῶν ἐπῶν τὸ δεύτερον ὥσπερ ἐν διαύλου δρόμῳ. γέγραπται δὲ ἐπὶ τῇ λάρνακι καὶ ἄλλως τὰ ἐπιγράμματα ἑλιγμοῖς συμβαλέσθαι χαλεποῖς . . . τὰ δὲ ἐς τὸν ἄνδρα τε καὶ γυναῖκα ἑπομένην αὐτῷ τὰ ἔπη δηλοῖ τὰ ἑξάμετρα: λέγει γὰρ δὴ οὕτως: Ἴδας Μάρπησσαν καλλίσφυρον, ἅν οἱ Ἀπόλλων ἁρ´πασε, τὰν ἐκ ναοῦ ἄγει πάλιν οὐκ ἀέκουσαν. . . . Μηδείας δὲ ἐπὶ θρόνου καθημένης Ιἄσων ἐν δεξιᾷ, τῇ δὲ Ἀφροδίτη παρέστηκε: γέγραπται δὲ καὶ ἐπίγραμμα ἐπ αὐτοῖς: Μήδειαν Ιἄσων γαμέει, κέλεται δ Ἀφροδίτα. πεποίηνται δὲ καὶ ᾄδουσαι <αἱ> Μοῦσαι καὶ Ἀπόλλων ἐξάρχων τῇς ᾠδῆς: καί σφισιν ἐπίγραμμα γέγραπται: Λατοϊ´δας οὗτός γα ἄναξ ἑκάεργος Ἀπόλλων, Μοῦσαιδ ἀμφ αὐτόν, χαρίεις χορός, αἷσι κατάρχει. ἄτλας δὲ ἐπὶ μὲν τῶν ὤμων κατὰ τὰ λεγόμενα οὐρανόν τε ἀνέχει καὶ γῆν, φέρει δὲ καὶ τὰ Ἑσπεριδῶν μῆλα. ὅστις δέ ἐστιν ὁ ἀνὴρ ὁ ἔχων τὸ ξίφος καὶ ἐπὶ τὸν Ἄτλαντα ἐρχόμενος, ἰδίᾳ μὲν ἐπ αὐτῷ γεγραμμένον ἐστὶν οὐδέν, δῆλα δὲ ἐς ἅπαντας Ἡρακλέα εἶναι. γέγραπται δὲ καὶ επὶ τούτοις: Ἄτλας οὐρανὸν οὗτος ἔχει, τὰ δὲ μᾶλα μεθήσει. . . . εἰσὶ δὲ ἐπὶ τῇ λάρνακι Διοσκοῦροι, ὁ ἕτερος οὐκ ἔχων πω γένεια, μέση δὲ αὐτῶν Ἑλένη. Αἴθρα δὲ ἡ Πιτθέως ὑπὸ τῆς Ἑλένης τοῖς ποσὶν ἐς ἔδαφος καταβεβλημένη μέλαιναν ἔχουσά ἐστιν ἐσθῆτα. ἐπιγεγραμμένα δὲ ἐπ αὐτοῖς ἔπος τε ἑξάμετρον καὶ ὀνόματός ἐστιν ἑνὸς ἐπὶ τῷ ἑξαμέτρῳ προσθήκη: Τυνδαρίδα Ἑλέναν φέρετον, Αἴθραν δ Ἀφίδναθεν ἕλκετον. τοῦτο μὲν δὴ τὸ οὕτω πεποίηται, Ἰφιδάμαντος δὲ τοῦ Ἀντήνορος κειμένου μαχόμενος πρὸς Ἀγαμέμνονα ὑπὲρ αὐτοῦ Κόων ἐστί: φόβος δὲ ἐπὶ τοῦ Ἀγαμέμνονος τῇ ἀσπίδι ἔπεστιν ἔχων τὴν κεφαλὴν λέοντος. ἐπιγράμματα δὲ ὑπὲρ μὲν τοῦ Ἰφιδάμαντος νεκροῦ: Ἰφιδάμας οὗτός γα: Κόων περιμάρναται αὐτοῦ: τοῦ Ἀγαμέμνονος δὲ ἐπὶ τῇ ἀσπίδι: Οὗτος μὲν Φόβος ἐστὶ βροτῶν, ὁ δ ἔχων Ἀγαμέμνων. ἄγει δὲ καὶ Ἑρμῆς παρ Ἀλέξανδρον τὸν Πριάμου τὰς θεὰς κριθησομένας ὑπὲρ τοῦ κάλλους: καὶ ἔστιν ἐπίγραμμα καὶ τούτοις: Ἑρμείας ὅδ Ἀλεξάνδρῳ δείκνυσι διαιτῆν τοῦ εἴδους Ἥραν καὶ Ἀθάναν καὶ Ἀφροδίταν. . . . πεποίηται δὲ καὶ Κασσάνδραν ἀπὸ τοῦ ἀγάλματος Αἰάς τῆς Ἀθηνᾶς ἕλκων: ἐπ αὐτῷ δὲ καὶ ἐπίγραμμά ἐστιν: Αἰάς Κασσάνδραν ἀπ Ἀθαναίας Λοκρὸς ἕλκει. . . . τὸν μὲν δὴ τὴν λάρνακα κατειργασμένον ὅστις ἦν, οὐδαμῶς ἡμῖν δυνατὰ ἦν συμβαλέσθαι: τὰ ἐπιγράμματα δὲ τὰ ἐπ αὐτῆς τάχα μέν που καὶ ἄλλος τις ἂν εἰή πεποιηκώς, τῆς δὲ ὑπονοίας τὸ πολὺ ἐς Εὔμηλον τὸν Κορίνθιον εἶχεν ἡμῖν, ἄλλων τε ἕνεκα καὶ τοῦ Προσοδίου μάλιστα ὃ ἐποίησεν ἐς Δῆλον. π. Ὀλυμπιείου τοῦ ἐν Ὀλυμπίᾳ: κέραμος δὲ οὐ γῆς ὀπτῆς ἐστίν, ἀλλὰ κεράμου τρόπον λίθος ὁ Πεντέλῃσιν εἰργασμένος. τὸ δὲ εὑρ´ημα ἀνδρὸς Ναξίου λέγουσιν εἶναι Βύζου, οὗ φασιν ἐν Νάξῳ τὰ ἀγάλματα ἐφ ὧν ἐπίγραμμα εἶναι: Νάξιος Εὐέργός με γένει Λητοῦς πόρε, Βύζεω παῖς, ὃς πρώτιστος τεῦξε λίθου κέραμον. ἡλικίαν δὲ ὁ Βύζης οὗτος κατὰ Ἀλυάττην <ἦν> τὸν Λυδὸν καὶ Ἀστυάγην τοῦ Κυαξάρου βασιλέυοντα ἐν Μήδοις. Υἱοῦ ΤλασίαϜο Μενεκράτεος τόδε σᾶμα, Οἰανθέος γενεάν, τόδε δ αὐτῷ δᾶμος ἐποίει: ἦς γὰρ πρόξενϜος δάμου φίλος: ἀλλ ἐνὶ πόντῳ ὤλετο, δαμόσιον δὲ κακὸν πόλις ἅδε κέκαδε: Πραξιμένης δ αὐτῷ γαίας ἀπὸ πατρίδος ἐνθών. σὺν δάμῳ τόδε σᾶμα κασιγνήτοιο πονήθη. Στάλα ΞενϜάρεος τοῦ Μείξιός εἰμ ἐπὶ τύμῳ. Παιδὸς ἀποφθιμένοιο Κλεοίτου τοῦ Μενεσαίχμου μνῆμ ἐσορῶν οἴκτιρ ὡς καλὸς ὢν ἔθανε. Σῆμα Φρασικλείας: κούρη κεκλήσομαι αἰεί, ἀντὶ γάμων παρὰ θ εῶ ν τοῦτο λαχοῖς ὄνομα. Λοιμῷ θανούσης εἰμὶ σῆμα Μυρίνης. Ἄνθρωφ ὃς στείχεις καθ ὁδὸν φρασὶν ἄλλα μενοινῶν, στῆθι καὶ οἴκτιρον σῆμα Θράσωνος ἰδών. Παῖ Διός, Ἐκφάντῳ δέξαι τόδ ἀμεμφὲς ἄγαλμα: σοὶ γὰρ ἐπευχόμενος τοῦτ ἐτέλεσσε γρόφων. Δϝεινία τόδεσᾶμα, τὸν ὤλεσε πόντος ἀναιδής. συνέβη δέ, ὥς φησι, τὸν Χάρμον ἐραστὴν τοῦ Ἱππίου γενέσθαι καὶ τὸν πρὸς Ἀκαδημίᾳ Ἔρωτος <βωμὸν> ἱδρύσασθαι πρῶτον, ἐφ οὗ ἐπιγέγραπται: Ποικιλομήχαν Ἔρως, σοὶ τόνδ ἱδρύσατο πρῶτος Χάρμος ἐπὶ σκιεροῖς τέρμασι γυμνασίου. Δαμαρέτῳ δὲ Ἡπαιεῖ υἱῷ τε τοῦ Δαμαρέτου καὶ υἱωνῷ δύο ἐν Ὀλυμπίᾳ γεγόνασιν ἑκάστῳ νῖκαι, Δαμαρέτῳ μὲν πέμπῃ ἐπὶ ταῖς ἑξήκοντα Ὀλυμπιάδι, ὅτε ἐνομίσθη πρῶτον ὁ τοῦ ὅπλου δράμος, καὶ ὡσαύτως τῇ ἐφεξῆς -- πεποίηται ὁ ἀνδριὰς ἀσπίδα τε κατὰ τὰ αὐτὰ ἔχων τοῖς ἐφ ἡμῶν καὶ κράνος ἐπὶ τῇ κεφαλῇ καὶ κνημῖδας ἐπὶ τοῖς ποσί ταῦτα μὲν δὴ ἀνὰ χρόνον ὑπό τε Ἠλείων καὶ ὑπὸ Ἑλλήνων τῶν ἄλλων ἀφῃρέθη τοῦ δρόμου -- Θεοπόμπῳ δὲ τῷ Δαμαρέτου καὶ αὖθις ἐκείνου παιδὶ ὁμωνύμῳ ἐπὶ πεντάθλῳ, Θεοπόμπῳ δὲ τῷ δευτέρῳ πάλης ἐγένοντο αἱ νῖκαι. τὴν δὲ εἰκόνα Θεοπόμπου μὲν τοῦ παλαίσαντος τὸν ποιήσαντα οὐκ ἴσμεν: τὰς δὲ τοῦ πατρὸς αὐτοῦ καὶ τοῦ πάππου φησὶ τὸ ἐπίγραμμα Εὐτελίδα τε εἶναι καὶ Χρυσοθέμιδος Ἀργείων. οὐ μὴν παρ ὅτῳ γε ἐδιδάχθησαν δεδήλωκεν. ἔχει γὰρ δὲ οὕτως: Εὐτελίδας καὶ Χρυσόθεμις τάδε ἔργα τέλεσσαν Ἀργεῖιοι τέχναν εἰδότες ἐκ προτέρων. Πεισίστρατος ὁ Ἱππίου τοῦ τυραννεύσαντος υἱός, τοῦ πάππου ἔχων τοὔνομα, τῶν δώδεκα Θεῶν βωμὸν τὸν ἐν τῇ ἀγορᾷ ἄρχων ἀνέθηκε καὶ τὸν Ἀπόλλωνος ἐν Πυθίου . . τοῦ δ ἐν Πυθίου ἔτι καὶ νῦν δῆλόν ἐστιν ἀμυδροῖς γράμμασι λέγον τάδε: Μνῆμα τόδ ἧς ἀρχῆς Πεισίστρατος Ἱππίου υἱὸς θῆκεν Ἀπόλλωνος Πυθίου ἐν τεμένει. Ὀρρίππῳ Μεγαρῆς με δαϊ´φρονι τεῖδ ἀρϊ´δηλον μνᾶμα θέσαν φάμᾳ Δελφίδι πειθόμενοι, ὃς δὴ μακίστους μὲν ὁρ´ους ἀπελύσατο πάτρᾳ πολλὰν δυσμενέων γᾶν ἀποτεμνομένων: πρᾶτος δ Ἑλλάνων ἐν Ὀλυμπίᾳ ἐστεφανώθη γυμνὸς ζωννυμένων τῶν πρὶν ἐνὶ σταδίῳ. Φάιλλος: . . πένταθλος, ἐφ οὗ καὶ ἐπίγραμμα: Πέντ ἐπὶ πεντήκοντα πόδας πήδησε Φάϋλλος δίσκευσεν δ ἑκατὸν πέντ ἀπολειπομένων. τῷ δὲ ἀναθήματι τῷ ἐς Ὀλυμπίαν Θασίωνἔπεστιν ἐλεγεῖον: Υἱὸς μέν με Μίκωνος Ὀνάτας ἐξετέλεσσεν αὐτὸς ἐν Αἰγίνῃ δώματα ναιετάων. μετὰ τὴν ἐν Πλαταιαῖς μάχην: περὶ δὲ θυσίας ἐρομένοις αὐτοῖς ἀνεῖλεν ὁ Πύθιος Διὸς Ἐλευθερίου βωμὸν ἱδρύσασθαι, θῦσαι δὲ μὴ πρότερον ἢ τὸ κατὰ τὴν χώραν πῦρ ἀποσβέσαντας ὡς ὑπὸ τῶν βαρβάρων μεμιασμένον ἐναύσασθαι καθαρὸν ἐκ Δελφῶν ἀπὸ τῆς κοινῆς ἑστίας. οἱ μὲν οὖν ἄρχοντες τῶν Ἑλλήνων περιϊόντες εὐθὺς ἠνάγκαζον ἀποσβεννύναι τὰ πυρὰ πάντα τοὺς χρωμένους, ἐκ δὲ Πλαταιέων Εὐχίδας ὑποσχόμενος ὡς ἐνδέχεται τάχιστα κομιεῖν τὸ παρὰ τοῦ θεοῦ πῦρ ἧκεν εἰς Δελφούς. ἁγνίσας δὲ τὸ σῶμα καὶ περιρρανάμενος ἐστεφανώσατο δάφνῃ, καὶ λαβὼν ἀπὸ τοῦ βωμοῦ τὸ πῦρ δρόμῳ πάλιν εἰς τὰς Πλαταιὰς ἐχώρει καὶ πρὸ ἡλίου δυσμῶν ἐπανῆλθε, τῆς αὐτῆς ἡμέρας χιλίους σταδίους κατανύσας. ἀσπασάμενος δὲ τοὺς πολίτας καὶ τὸ πῦρπαραδοὺς εὐθὺς ἔπεσε καὶ μετὰ μικρὸν ἐξέπνευσεν. ἀγάμενοι δ αὐτὸν οἱ Πλαταιεῖς ἔθαψαν ἐν τῷ ἱερῷ τῆς Εὐκλείας Ἀρτεμιδος, ἐπιγράψαντες τόδε τὸ τετράμετρον: εὐχίδας Πυθῶδε θρέξας ἦλθε τᾷδ αὐθάμερον. . . . Ἀπόλλωνι θεῷστάσαντἀνάθημ ἀπὸ Μήδων. Παυσανίας . . περὶ Βυζάντιον διατρίβων τὸν χαλκοῦν κρατῆρα τὸν ἀνακείμενον τοῖς θεοῖς τοῖς ἐπὶ τοῦ στόματος ἱδρυμένοις, ὃν ἔτι καὶ νῦν εἶναι συμβαίνει, ἐτόλμησεν ἐπιγράψσαι ὡς αὐτὸς ἀναθείη, ὑποθεὶς τόδε τὸ ἐπίγραμμα . . Μνᾶμ ἀρετᾶς ἀνέθηκε Ποσειδάωνι ἄνακτι Παυσανίας ἄρχων Ἑλλάδος εὐρυχόρου ἐν τούτῳ τῷ χώρῳ Ἐξαμπαίῳ κέεται χαλκήϊον μεγάθει καὶ ἑξαπλήσιον τοῦ ἐπὶ στόματι τοῦ Πόντου κρητῆρος τὸν Παυσανίας ὁ Κλεομβρότου ἀνέθηκε. Ιἅρων ὁ Δεινομένεος καὶ τοὶ Συρακόσιοι τῷ Δὶ Τύρραν ἀπὸ Κύμας. Προκλείδας τόδε σᾶμα κεκλήσεται ἐγγὺς ὁδοῖο, ὅς περὶ αὐτοῦ γᾶς θάνε βαρνάμενος. π. Ὀλυμπείου τοῦ ἐν Ὀλυμπίᾳ: . . καὶ Νίκη κατὰ μέσον μάλιστα ἔστηκε τὸν ἀετόν, ἐπίχρυσος καὶ αὐτή. ὑπὸ δὲ τῆς Νίκης τὸ ἄγαλμα ἀσπὶς ἀνακεῖται χρυσῆ, Μέδουσαν τὴν Γοργόνα ἔχουσα ἐπειργασμένην. τὸ ἐπίγραμμα δὲ τὸ ἐπὶ τῇ ἀσπίδι τούς τε ἀναθέντας δηλοῖ καὶ καθ ἥντινα αἰτίαν ἀνέθεσαν: λέγει γὰρ οὕτω: Ναὸς μὲν φιάλαν χρυσέαν ἔχει, ἐκ δὲ Τανάγρας τοὶ Λακεδαιμόνιοι συμμαχία τ ἀνέθεν δῶρον ἀπ Ἀργείων καὶ Ἀθαναίων καὶ Ιἄνων τὰν δεκάταν νίκας εἵνεκα τοῦ πολέμου. Αὐδὴ τεχνήεσσα λίθου, λέγε, τίς τόδ ἄγυλμα στῆσεν Ἀπόλλωνος βωμὸν ἐπαγλαίσας· -- Παναμύης υἱὸς Κασβώλλιος, εἴ μ ἐπιθυμεῖς ἐξειπεῖν, δεκάτην τήνδ ἀνέθηκε θεῷ. Ὧδε στὰς ὁ Πελασγὸς ἐπ Ἀλφειῷ ποκα πύκτας τὸν Πολυδεύκειον χερσὶν ἔφανε νόμον, ἆμος ἐκαρύχθη νικαφόρος: ἀλλά, πατὲρ Ζεῦ, καὶ πάλιν Ἀρκαδία καλὸν ἄμειβε κλέος, τίμασον δὲ Φίλιππον, ὃς ἐνθάδε τοὺς ἀπὸ νάσων τέσσαρας εὐθείᾳ παῖδας ἔκλινε μάχᾳ. Άνδρας μὲν πόλις ἥδε ποθεῖ καὶ δῆμος Ἐρεχθεέως, πρόσθε Ποτειδαίας οἳ θάνον ἐν προμάχοις, παῖδες Ἀθηναίων, ψύχας δ ἀντίρροπα θέντες ἠλλάξαντ ἀρετὴν καὶ πατρίδ εὐκλέϊσαν. ἔνδοξοι δὲ τορευταί . . καὶ Μῦς, οὗ εἴδομεν σκύφον Ἡρακλεωτικὸν τεχνικῶς ἔχοντα Ἰλίου ἐντετορευμένην πόρθησιν, ἔχοντα ἐπίγραμμα τόδε. Γραμμαὶ Παρρασίοιο, τέχνα Μυός: ἐμμὶ δὲ εἰκών Ἰλίου αἰπεινᾶς, ἃν ἕλον Αἰακίδαι. Νεοπτόλεμος δ ὁ Παριανὸς ἐν τῷ Περὶ Ἐπιγραμμάτων ἐν Χαλκηδόνι φησὶν ἐπὶ τοῦ Θρασυμάχου τοῦ σοφιστοῦ μνήματος ἐπιγεγράφθαι τόδε τὸ ἐπίγραμμα: Τοὔνομα θῆτα ῥῶ ἄλφα σὰν ὖ μῦ ἄλφα χὶ οὒ σάν, πατρὶς Χαλκηδών, ἡ δὲ τέχνη σοφίη. Ἐξηκίας ἔγραψε κἀπόησε ἐμέ. Πύθων Ἑρμῇ ἄγαλμ Ἑρμοστράτου Ἀβδηρίτης ἔστησεν πολλὰς θησάμενος πόλιας. Εὔφρων ἐξεποίης οὐκ ἀδαὴς Πάριος. Τόνδε Πύρης ἀνέθηκε Πολυμνήστου φίλος υἱός, εὐξάμενος δεκάτην Παλλάδι Τριτογενεῖ. Κυδωνιάτης Κρησίλας εἰργάσσατο. ἐν τοίνυν τῷ Μητρώῳ παρὰ τὸ Βουλευτήριον, ἣν ἔδοτε δωρεὰν τοῖς ἀπὸ φυλῆς φεύγοντα τὸν δῆμον καταγαγοῦσιν, ἔστιν ἰδεῖν . . 190 ἀναγνώσεται ὑμῖν ὁ γραμματεὺς τὸ ἐπίραμμα ὃ ἐπιγέγραπται τοῖς ἀπὸ φυλῆς τὸν δῆμον καταγαγοῦσι: Τούσδ ἀρετῆς ἕνεκα στεφάνοις ἐγέραρε παλαίχθων, δῆμος Ἀθηναίων, οἵ ποτε τοὺς ἀδίκοις θεσμοῖς ἄρξαντας πόλεως πρῶτοι καταπαύειν ἦρξαν κίνδυνον σώμασιν ἀράμενοι. ἐν αὐτῷ τῷ ἱερῷ τὸ βουλευτήριόν ἐστιν, ἀνάκεινται γεγραμμένοι οἱ ἀπὸ φυλῆς τὸν δῆμον καταγαγόντες. καὶ τοῦτο ἤν ὃ ἠνίξατο ὅστις ἄρα ἠί ἐκεῖνος ὁ ἐπιγράψας τῇ εἰσόδῳ τοῦ ἐν Ἐπιδάυρῳ νεώ: Ἁγνὸν χρὴ νηοῖο θυώδεος ἐντὸς ἰόντα ἔμμεναι: ἁγνείη δ ἐστὶ φρονεῖν ὅσια. Ἐξ οὗ Κέκροπα λαὸς Ἀθηναίων ὀνομάζει καὶ χώραν Παλλὰς τήνδ ἔκτισε δήμῳ Ἀθηνῶν, οὐδεὶς Σωσιβίου καὶ Πύρρα μείζονα θνητῶν φυλὴν Κεκροπιδῶν ἔργῳ ἔδρας ἀγαθά. ἔδοξεν τῇ Κεκροπίδι φυλῇ ἐπὶ Χαρισάνδρου ἄρχοντος τῇ κυρίᾳ ἀγορᾷ κρύβδην ψηφισαμένων τῶν φυλετῶν ἐν ἀκροπόλει. Ὀνήτωρ Κηφισοδώρου Μελιτεὺς εἶπεν: Ἐπειδὴ Πύρρας . . . . . ἀνὴρ ἀγαθὸς γεγένηται περὶ τὴν φυλὴν καὶ τὰ κοινά, ἐπαινέσαι αὐτὸν ἀρετῆς ἕνεκεν καὶ χρυσῷ στεφάνῳ ἀπὸ πεντακοσίων στεφανῶσαι, κτλ. Χαρμαντίδου Γοργίας Λεοντῖνος Γοργίου ἀσκῆσαι Ψυχὴν ἀρετῆς ἐς ἀγῶνας οὐδείς πω θνητῶν καλλίον εὑρ῀ε τέχνην: οὗ καὶ Ἀπόλλωνος γυάλοις εἰκὼν ἀνακεῖται οὐ πλούτου παράδειγμ εὐσεβίας δὲ τρόπον. Εἰ τοιῶνδ ἀνδρῶν εἰή πόλις, οὔποτ ἂν αὐτῆς ἐχθροὶ στήσαιεν Ζηνὶ τρόπαιον ἕδος. Κτώμενον εὔκλειαν δορὶ καὶ χερὶ τόνδε πρὸς ἀνδρὸς ἐχθροῦ Ἀριστόκριτον ὤλεσε θοῦρος Ἄρης. τῷ δὲ ἀνδριάντι τοῦ Ἐπαμεινώνδου καὶ ἐλεγεῖα ἔπεστιν ἄλλα τε ἐς αὐτὸν λέγοντα καὶ ὅτι Μεσσήνης γένοιτο οἰκιστὴς καὶ τοῖς Ἕλλησιν ὑπάρξειεν ἐλευθερία δἰ αὐτοῦ: καὶ οὕτως ἐχεὶ τὰ ἐλεγεῖα: Ἡμετέραις βουλαῖς Σπάρτη μὲν ἐκείρατο δόξαν, Μεσσήνη δ ἱερὴ τέκνα χρόνῳ δέχεται, Θήβης δ ὅπλοισιν Μεγάλη πόλις ἐστεφάνωται, αὐτόνομος δ Ἑλλὰς πᾶς ἐν ἐλευθερίῃ. ἀποθανόντος δὲ πολυτελῶς αὐτὸν ἔθαψαν οἱ Ἀθηναῖοι καὶ ἐπέγραψαν ἐν τῷ τάφῳ αὐτοῦ: Τοὺς δύ Ἀπόλλων φῦς, Ἀσκληπιὸν ἠδὲ Πλάτωνα, τὸν μὲν ἵνα Ψυχήν, τὸν δ ἵνα σῶμα σάοι. Ὦ Χρόνε, παντοίων θνητοῖς πανεπίσκοπε δαῖμον, ἄγγελος ἡμετέρων πᾶσι γενοῦ παθέων, ὡς ἱερὰν σῴζειν πειρώμενοι Ἑλλάδα χώρην Βοιωτῶν κλεινοῖς θνῄσκομεν ἐν δαπέδοις. π. τῶν ἐν Χαιρωνείᾳ ἀποθανόντων: λέγε δὲ αὐτῷ τουτὶ τὸ ἐπίγραμμα ὃ δημοσίᾳ προείλεθ ἡ πόλις αὐτοῖς ἐπιγράψαι: . . Οἵδε πάτρας μὲν ἑκὰς σφετέρας εἰς δῆριν ἔθεντο ὅπλα καὶ ἀντιπάλων ὕβριν ἀπεσκέδασαν: κρινόμενοι δ ἀρετῆς καὶ δείματος οὐκ ἐσάωσαν Ψυχάς, ἀλλ Αἰ¨´δην κοινὸν ἔθεντο βραβῆ, οὕνεκεν Ἑλλήνων, ὡς μὴ ζυγὸν αὐχένι θέντες δουλοσύνης στυγερὰν ἀμφὶς ἔχωσιν ὕβριν. γαῖα δὲ πατρὶς ἔχει κόλποις τῶν πλεῖστα καμόντων ὀστέ, ἐπεὶ θνητοῖς ἐκ Διὸς ἥδε κρίσις: μηδὲν ἁμαρτεῖν ἐστὶ θεῶν καὶ πάντα κατορθοῦν ἐν βιοτῇ, μοῖραν δ οὔ τι φυγεῖν ἔπορεν. Θούριοι: . . λέγεται καὶ Θουρία καὶ Θούριον ὡς ἐν τῷ Ἡροδότου ἐπιγράμματι: Ἡρόδοτον Λύξ εω κρύπτει κόνις ἥδε θανόντα, Ιἄδος ἀρχαίης ἱστορίης πρύτανιν, Δωριέων πάτρης βλαστόντ ἄπο: τῶν γὰρ ἄπλητον μῶμον ὑπεκπροφυγὼν Θούριον ἔσχε πάτρην. οὐδὲ Τύχης ς ἐδάμασσε πάλιν κλίναντα τάλαντα δυσμενέων ὀλοὴν ὕβριν ἀλευόμενον: ἦ σε τέλος θανάτοιο θελούσιον εἰσεκίχανεν ὡς παύρους προτέρων ἀνέρας ἀγχιθέων: τῷ ῥὰ καὶ ἁζόμενος σοφίης ἑὸν ἡγητῆρα στῆσεν Ἀλέξανδρος κλεινὸς ἅπασι θεός. Υἱὸν Νικομάχου σοφίης ἐπϊ´στορα πάσης στήσεν Ἀλέξανδρος θεῖος Ἀριστοτέλην. Πόσσον ἄπεστ εἴσῃ, παρ ὅτῳ μνημεῖον ἀληθὲς γράμμασι σημαίνει μῆκος ὁδοιπορίας: ἔστιν γὰρ τὸ μεταξὺ θεῶν πρὸς δώδεκα βωμὸν πέντ ἐπὶ πεντήκοντ ἐγ λιμένος στάδιοι. Κρῖος Οὗτος ὃς ἐνθάδε κεῖται ἔχει μὲν τοὔνομα κριοῦ, φωτὸς δὲ ψυχὴν ἔσχε δικαίοτατον. Πένθος κουριδίῳ τε πόσει καὶ μητρὶ λιποῦσα καὶ πατρὶ τῷ φύσαντι Πολυξένη ἐνθάδε κεῖται. Πάντων ὧν θέμις ἐστὶ τυχεῖν εὐδαίμοσι θνητοῖς ζῶσά τ ἐκοινώνουν καὶ φθιμένη μετέχω: ἡλικίας δὲ πόθον νεαρᾶς μνήμην τε λιποῦσα σωφροσύνης ἔθανον Λογχὶς ἐπωνυμίαν. Πολλὰ μεθ ἡλικίας ὁμοήλικος ἡδέα παίσας ἐκ γαίας βλαστὼν γαῖα πάλιν γέγονα: εἰμὶ δ Ἀριστοκλῆς Πειραιεὺς παῖς δὲ Μένωνος. Καλλιστώ Σῶμα σὸν ἐν κόλποις, Καλλιστοῖ, γαῖα καλύπτει, σῆς δ ἀρετῆς μνήμην σοῖσι φίλοις ἔλιπες. Εὐκολίνη Πόλυλλος Πολυλλίδου Παιανεύς Εἰκόνα τήνδ ἀνέθηκε Πολύστρατος αὑτοῦ ἀδελφόν, μνημοσύνην θνητοῦ σώματος ἀθάνατον.?

상위

Elegy and Iambus, Volume II (비가)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION