호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
π. τοῦ βίου ὅτι βραχὺς καὶ εὐτελὴς καὶ φροντίδων ἀνάμεστος: Σημωνίδου: Ὦ παῖ, τέλος μὲν Ζεὺς ἔχει βαρύκτυπος πάντων ὅς ἔστι, καὶ τίθης ὅκῃ θέλει: νόος δ οὐκ ἐπ ἀνθρώποισιν, ἀλλ ἐπήμεροι ᾗ δὴ βοτὰ ζόωμεν, οὐδὲν εἰδότες ὅκως ἕκαστον ἐκτελευτήσει θεός. ἐλπὶς δὲ πάντας κἀπιπειθείη τρέφει ἄπρηκτον ὁρμαίνοντας: οἱ μὲν ἡμέρην μένουσιν ἐλθεῖν, οἱ δ ἐτέων περιτροπάς. νέωτα δ οὐδεὶς ὅστις οὐ δοκεῖ βροτῶν πλούτῳ τε κἀγαθοῖσιν ἵξεσθαι πτίλος. φθάνει δὲ τὸν μὲν γῆρας ἄζηλον λαβόν, πρὶν τέρμ ἵκηται: τοῖς δὲ δύστηνοι νόσοι φθείρουσι θυμόν: τοὺς δ Ἄρει δεδμημένους πέμπει μελαίνης Αἰ¨´δης ὑπὸ χθονός: οἱ δ ἐν θαλάσσῃ λαίλαπι κλονεύμενοι καὶ κύμασιν πολλοῖσι πορφυρῆς ἁλὸς θνῄσκουσιν, εὖτ ἂν νῆα νήσωνται ζοῇ: οἱ δ ἀγχόνην ἅψαντο δυστήνῳ λόφῳ καὐτάγρετοι λείπουσιν ἡλίου φάος. οὕτω κακῶν ἄπ οὐδέν: ἀλλὰ μυρίαι βροτοῖσι κῆρες κἀνεπίφραστοι δύαι καὶ πήματ ἐστίν: εἰ δ ἐμοὶ πιθοίατο, οὐκ ἂν καλῶν ἐρῷμεν, οὐδ ἐπ ἄλγεσι κακοῖς ἔχοντες θυμὸν αἰκιζοίμεθα. παρηγορικά: Σημωνίδου: τοῦ μὲν θανόντος οὐκ ἂν ἐνθυμοίμεθα, εἴ τι φρονοῦμεν, πλεῖον ἡμέρης μιῆς. σύγκρισις ζωῆς καὶ θανάτου: Σημωνίδου: πολλὸς γὰρ ἡμῖν ἐστι τεθνάναι χρόνος, ζῶμεν δ ἀριθμῷ παῦρα <καὶ> κακῶς ἔτεα. ὅτι ἀβέβαιος ἡ τῶν ἀνθρώπων εὐπραξία μεταπιπτούσης ῥᾳδίως τῆς τύχης: Σημωνίδου: πάμπαν δ ἄμωμος οὔτις οὐδ ἀκήριος. "Ἄθηλος . . τῷ ἀγαθῷ μόνον οὐχὶ συμφῦναι γλιχόμενος. ἄθηλος ἵππῳ πῶλος ὣς ἅμα τρέχει. Σημωνίδης εἶπεν: γυναικὸς οὐδὲν χρῆμ ἀνὴρ ληϊ´ζεται ἐσθλῆς ἄμεινον οὐδὲ ῥίγιον κακῆς. ψόγος γυναικῶν, ἔτι καὶ π. γάμου: Σημωνίδου: Χωρὶς γυναικὸς θεὸς ἐποίησεν νόον τὰ πρῶτα. τὴν μὲν ἐξ ὑὸς τανύτριχος, τῇ πάντ ἀν οἶκον βορβόρῳ πεφυρμένα ἄκοσμα κεῖται καὶ κυλινδεῖται χαμαί: αὐτὴ δ ἄλουτος ἀπλύτοις τ ἐν εἵμασιν ἐν κοπρίῃσιν ἡμένη πιαίνεται. τὴν δ ἐξ ἀλιτρῆς θεὸς ἔθηκ ἀλώπεκος γυναῖκα πάντων ἴδριν: οὐδέ μιν κακῶν λέληθεν οὐδὲν οὐδὲ τῶν ἀμεινόνων. τὸ μὲν γὰρ αὐτῶν εἶπε πολλάκις κακόν, τὸ δ ἐσθλόν: ὀργὴν δ ἄλλοτ ἀλλοίην ἔχει. τὴν δ ἐκ κυνὸς λιτ οε ργόν, αὐτομήτορα, ἣ πάντ ἀκοῦσαι, πάντα δ εἰδέναι θέλει, πάντη δὲ παπταίνουσα καὶ πλανωμένη λέληκεν, ἢν καὶ μηδὲν ἀνθρώπων ὁρᾷ. παύσειε δ ἄν μιν οὔτ ἀπειλήσας ἀνὴρ οὐδ εἰ χολωθεὶς ἐξαράξειεν λίθῳ ὀδόντας, οὔτ ἂν μειλίχως μυθεύμενος, οὐδ εἰ παρὰ ξείνοισιν ἡμένη τύχῃ: ἀλλ ἐμπέδως ἄπρηκτον αὐονὴν ἔχει. τὴν δὲ πλάσαντες γηϊ´νην Ὀλύμπιοι ἔδωκαν ἀνδρὶ πηρόν: οὔτε γὰρ κακὸν οὔτ ἐσθλὸν οὐδὲν οἶδε τοιαύτη γυνή: ἔργον δὲ μοῦνον ἐσθίειν ἐπίσταται: κοὐδ ἢν κακὸν χειμῶνα ποιήσῃ θεός, ῥιγῶσα δίφρον ἆσσον ἕλκεται πυρός. τὴν δ ἐκ θαλάσσης, ἣ δὔ ἐν φρεσὶν νοεῖ: τὴν μὲν γελᾷ τε καὶ γέγηθεν ἡμέρην: ἐπαινέσει μιν ξεῖνος ἐν δόμοις ἰδών: ὁὐκ ἔστιν ἄλλη τῆσδε λωϊών γυνὴ ἐν πᾶσιν ἀνθρώποισιν οὐδὲ καλλίων: τὴν δ οὐκ ἀνεκτὸς οὔτ ἐν ὀφθαλμοῖς ἰδεῖν οὔτ ἆσσον ἐλθεῖν, ἀλλὰ μαίνεται τότε ἄπλητον ὥσπερ ἀμφὶ τέκνοισιν κύων: ἀμείλιχος δὲ πᾶσι κἀποθυμίη ἐχθροῖσιν ἶσα καὶ φίλοισι γίγνεται: ὥσπερ θάλασσα πολλάκις μὲν ἀτρεμὴς ἕστηκ ἀπήμων χάρμα ναύτῃσιν μέγα θέρ εο ς ἐν ὡρ´ῃ, πολλάκις δὲ μαίνεται βαρυκτύποισι κύμασιν φορευμένη: ταύτῃ μάλιστ ἐοίκε τοιαύτη γυνὴ ὀργήν, φυὴν δὲ πόντος οὐκ ἄλλην ἔχει. τὴν δ ἐκ σταδαίης καὶ παλιντριβέος ὄνου, ἣ σύν τ ἀνάγκῃ σύν τ ἐνιπῇσιν μόγις ἔρεξεν ὦν ἅπαντα καὶ πονήσατο ἄρεκτα: τόφρα δ ἐσθίει μὲν ἐν μυχῷ προνὺξ προῆμαρ, ἐσθίει δ ἐν ἐσχάρῃ: ὁμῶς δὲ καὶ πρὸς ἔργον ἀφροδίσιον ἐλθόνθ ἑταῖρον ὁντινῶν ἐδέξατο. τὴν δ ἐκ γαλῆς, δύστηνον οἰζυρὸν γένος: κείνῃ γὰρ οὔ τι καλὸν οὐδ ἐπίμερον πρόσεστιν οὐδὲ τερπνὸν οὐδ ἐράσμιον: εὐνῆς δ ἀληνής ἐστιν ἀφροδισίης, τὸν δ ἄνδρα τὸν παρόντα ναυσίῃ διδοῖ: κλέπτουσα δ ἔρδει πολλὰ γείτονας κακά, ἄθυστα δ ἰρὰ πολλάκις κατεσθίει. τὴν δ ἵππος ἁβρὴ χαιτέεσς ἐγείνατο, ἣ δούλἰ ἔργα καὶ δύην περιτρέπει, κοὔτ ἂν μύλης ψαύσειεν οὔτε κόσκινον ἄρειεν οὔτε κόπρον ἐξ οἴκου βάλοι, οὔτε πρὸς ἰπνὸν ἀσβόλην ἀλευμένη ἵζοιτ: ἀνάγκῃ δ ἄνδρα ποιεῖται φίλον. λοῦται δὲ πάσης ἡμέρης ἄπο ῥύπον δίς, ἄλλοτε τρίς, καὶ μύροις ἀλείφεται: αἰεὶ δὲ χαίτην ἐκτενισμένην φορεῖ βαθεῖαν ἀνθέμοισιν ἐσκιασμένην. καλὸν μὲν ὦν θέημα τοιαύτη γυνὴ ἄλλοισι, τῷ δ ἔχοντι γίγνεται κακόν ἢν μή τις ἢ τύραννος ἢ σκηπτοῦχος ᾖ, ὅστις τοιούτοις θυμὸν ἀγλαϊ´ζεται. τὴν δ ἐκ πιθήκου: τούτο δὴ διακριδὸν Ζεὺς ἀνδράσιν μέγιστον ὤπασεν κακόν: αἴσχιστα μὲν πρόσωπα: τοιαύτη γυνὴ εἶσιν δἰ ἄστ εο ς πᾶσιν ἀνθρώποις γέλως: ἐπ αὐχένα βραχεῖα κινεῖται μόγις, ἄπυγος, αὐόκωλος: αἳ τάλας ἀνήρ, ὅστις κακὸν τοιοῦτον ἀγκαλίζεται. δήν εα δὲ πάντα καὶ τρόπους ἐπίσταται, ὥσπερ πίθηκος, οὐδέ οἱ γέλως μέλει. οὐδ ἄν τιν εὖ ἔρξειεν, ἀλλὰ τοῦθ ὁρᾷ, καὶ τοῦτο πᾶσαν ἡμέρην βουλεύεται, ὅκως τιν ὡς μέγιστον ἔρξειεν κακόν. τὴν δ ἐκ μελίσσης: τήν τις εὐτυχεῖ λαβών: κείνῃ γὰρ οἰῄ μῶμος οὐ προσιζάνει, θάλλει δ ὑπ αὐτῆς κἀπαέξεται βίος: φίλη δὲ σὺν φιλεῦντι γηράσκει πόσι, τεκοῦσα καλὸν κοὐνομάκλυτον γένος: κἀριπρεπὴς μὲν ἐν γυναιξὶ γίγνεται πάσῃσι, θείη δ ἀμφιδέδρομεν χάρις: οὐδ ἐν γυναιξὶν ἥδεται καθημένη, ὅκου λέγουσιν ἀφροδισίους λόγους. τοίας γυναῖκας ἀνδράσιν χαρίζεται Ζεὺς τὰς ἀρίστας καὶ πολυφραδεστάτας: τὰ δ ἄλλα φῦλα ταῦτα μηχανῇ Διὸς ἔστιν τε πῆμα, καὶ πάρ ἀνδράσιν μένει. ζεὺς γὰρ μέγιστον τοῦτ ἐποίησεν κακόν, γυναῖκας. ἤν τι καὶ δοκῶσιν ὠφελεῖν, ἔχοντί τῳ μάλιστα γίγνεται κακόν: οὐ γάρ κοτ εὔφρων ἡμέρην διέρχεται ἅπασαν, ὅστις σὺν γυναικὶ νάσσεται: οὐδ αἶψα λιμὸν οἰκίης ἀπώσεται, ἐχθρὸν συνοικητῆρα, δυσμενέα θεόν. ἀνὴρ δ ὅταν μάλιστα θυμηδεῖν δοκῇ κατ οἶκον ἢ θ εο ῦ μοῖραν ἢ νθρώπου χάριν, εὑροῦσα μῶμον ἐς μάχην κορύσσεται. ὅκου γυνὴ γάρ ἐστιν, οὐδ ἐς οἰκίην ξεῖνον μολόντα προφρόνως δεχοίατο. ἥτις δέ τοι μάλιστα σωφρονεῖν δοκεῖ, αὕτη μέγιστα τυγχάνει λωβωμένη: κεχηνότος γὰρ ἀνδρὸς -- οἱ δὲ γείτονες χαίρους ὁρῶντες καὶ τόν, ὡς ἁμαρτάνει. τὴν ἣν δ ἕκαστος αἰνέσει μεμνημένος γυναῖκα, τὴν δὲ τοὐτέρου μωμήσεται: ἴσην δ ἔχοντες μοῖραν οὐ γιγνῴσκουεν. Ζεὺς γὰρ μέγιστον τοῦτ ἐποίησεν κακόν, καὶ δεσμὸν ἀμφέθηκεν ἀρρήκτου πέδης, ἐξ οὗ τε τοὺς μὲν Αἰ¨´δης ἐδέξατο γυναικὸς εἵνεκ ἀμφιδηριωμένους. Σημωνίδης δ ἐν Ιἄμβοις: ὥσπερ ἔγχελυς κατὰ γλαιοῦ καὶ τὴν αἰτιατικήν: ἐρῳδιὸς γὰρ ἔγχελυν Μαιανδρίην τρίορχον εὑρὼν ἐσθίοντ ἀφείλετο. κατενάσθην τινὲς ἀντὶ τοῦ κατανασθήσομαι: καὶ Σημωνίδης ἐν τοῖς Ιἄμβοις: τί ταῦτα μακρῶν διὰ λόγων ἀνέδραμον· ἀντὶ τοῦ ἀναδραμεῖν μέλλω. π. ᾠοῦ τρισυλλάβως: Σημωνίδης ἐν δευτέρῳ Ιἄμβων: οἱό῀ν τε χηνὸς ὠεόν Μαιανδρίου π. τῶν εἰς ν: ἀλλ ἔστιν ἴκτινος ἡ εὐθεῖα: . . τούτου ἡ γενικὴ ἰκτίνου, ὡς παρὰ Σημωνίδῃ: σπλάγχν ἀμπέχοντες αὐτίκ ἰκτίνου δίκην ηδν. π. ὀνομ. 2. 626. 30 λ ζᾴδιον: γράφεται δὲ μετὰ τοῦ ἰῶτα, ἐπειδὴ εὑρ´ηται κατὰ διάστασιν, ὡς παρὰ Σημωνίδῃ: Οἱο῀ν τόδ ἡμῖν ἑρπετὸν παρέπτατο: τὸν ζωϊών κάκιστον ἔκτηται βίον. . . . μὴ γινᾴσκων ὑπὸ τῶν Ιὤνων τὸ στενὸν ὀνομάζεσθαι στενυγρόν: ἀλλὰ τοῦτό γε μαρτύριόν ἐστιν αὔταρκες τὸ παρὰ Σημωνίδῃ γεγραμμένον ἐν τοῖσδε τοῖς ἔπεσιν: οὐκ ἄν τις οὕτω δασκίοις ἐν οὔρεσιν ἀνὴρ λέοντ ἔδεισεν οὐδὲ πάρδαλιν μοῦνος στενυγρῇ συμπεσὼν ἐν ἀτραπῷ. κουρίδας δὲ τάς καρῖδας εἴρηκε Σώφρων . . Ἐπίχαρμος δ ἐν Γᾷ καὶ Θαλάσσᾳ: ἐν δὲ Λόγῳ καὶ Λογίνᾳ διὰ τοῦ ω εἴρηκεν . . Σημωνίδης δέ: θύννοισι τευθίς, κωβίοισι κωρίδες Σημωνίδης δὲ ἐν τοῖς Ιἄμβοις οὐκ αἰδεῖται λέγων: κἠλειφόμην μυροιοι καὶ θυώμασι καὶ βακκάρι: καὶ γάρ τις ἕμπορος παρῆν. ὀρσοθύρη: θυρίς, δἰ ἧς εἰς ὑπερῷον ὑπάρχει ἀνάβασις: παρὰ τὸ ὄρω, ὄρσω, καὶ τὸ θύρα . . εἴρηται παρὰ τὸ ὀρούειν ἐπ αὐτήν: λέγει δὲ καὶ Σημωνίδης κακοσχόλως: καὶ τῆς ὄπισθεν ὀρθύρης ἐελσάμην. διασαυλούμενος παρὰ τὸν σαῦλον, τὸν τρυφερὸν καὶ γαῦρον. Σημωνίδης ἐν Ιἄμβοις: καὶ σαῦλα βαίνων, ἵππος ὡς κορωνίης σκνιπὸν δὲ τὸν ἀμυδρῶς βλέποντα Σημωνίδης ὁ ἰαμβοποιός: ἢ τυφλὸς ἤ τις σκνιπὸς ἢ λέγα βλέπων . . καὶ Σημωνίδης θύειν αὐτούς τοὺς ποιμένας φησι Νύμφαις καὶ Μαιάδος κτλ. θύουσι Νύμφῃς ἠδὲ Μαιάδος τόκῳ: οὗτοι γὰρ ἀνδρῶν τῖμ ἔχουσι ποιμένων. . . καὶ τὸ Σημωνίδου: σὺν πορδακοῖσιν ἐκπεσόντες εἵμασιν ἀντὶ τοῦ διαβρόχοις. παρδακὸν δὲ δίυγρον: οὕτω γὰρ καὶ Ἀρχίλοχος καὶ παρὰ Σημωνίδῃ τῷ Ἀμοργίῳ: σὺν παρδακοῖσιν εἵμασιν σεσαγμένοι καὶ ὁ Τρομιλικὸς δὲ τυρὸς ἔνδοξός ἐστι: περὶ οὗ φησι Δημήτριος ὁ Σκήψιος ἐν δευτέρω Τρωϊκοῦ Διακόσμου οὕτως: Τῆς Ἀχαϊάς πόλις Τρομίλεια περὶ ἣν γίνεται τυρὸς αἴγειος ἥδιστος, οὐκ ἔχων σύγκρισιν πρὸς ἕτερον, ὁ προσαγορευόμενος Τρομιλικός: οὗ καὶ Σημωνίδης μνημονεύει ἐν ἰάμβῳ οὗ ἡ ἀρχή: <Ἦ> πολλὰ μὲν δὴ πρ οε κπονῇ, Τηλέμβροτε γράφων: ἐνταῦθα μέντοι τυρὸς ἐξ Ἀχαϊής Τρομίλιος θαυμαστός, ὃν κατήγαγον. οὐδὲν οὖν ἧν παράδοξον, εἰ καὶ θυτικῆς ἦσαν ἔμπειροι οἱ παλαίτεροι μάγειροι: προϊ´σταντο γοῦν καὶ γαμῶν καὶ θυσιῶν . . καὶ παρὰ δὲ Σημωνίδῃ φησὶν ἕτερος: υν δ ὡς ἄφευσα χὠς ἐμιστύλα κρέα ἰρωστί: καὶ γὰρ οὐ κακῶς ἐπίσταμαι. καλοῦνται δὲ καὶ ἀρυστῆρες καὶ ἀρύστιχοι: Σημωνίδης: ἔδωκεν οὐδεὶς οὐδ ἀρυστῆρα τρυγός. ατη. 10. 424ξ π. κυάθους π. κυλίκων : ποτήρια δὲ πρῶτον οἶδα ὀνομάσαντα τὸν Ἀμόργιον ποιητὴν Σημωνίδην ἐν Ιἄμβοις οὕτως: ἀπὸ τράπεζαν εἷλεν, ᾗ ποτήρια. φοξὸς ἐήν κεφαλήνΘερσίτης: α εἴρηται ἀπὸ τῶν κεραμικῶν ἀγγείων τῶν ἐν τῇ καμίνῳ ἀπὸ τοῦ ὠτὸς ἀπωξυμμένων, καθά φησι καὶ Σημωνίδης: αὕτη δὲ φοξίχηλος Ἀργείη κύλιξ: ἔνιοι δὲ τὸν ἐπὶ τὰ φάη, τουτέστι τὰ ὄμματα ἀπωξυμμένην ἔχοντα τὴν κεφαλήν. β φοξὰ κυρίως εἰσὶ τὰ πυρορραγῆ πυριρ. ὄστρακα, φλοξά φαοξά τινα ὄντα οὐ μόνον Ἀριστοφάνης ἐπὶ τῶν χοίρων τὰς ὁπλὰς εἴρηκεν, ἀλλὰ καὶ Σημωνίδης ὁμοίως ἐπὶ χοίρου: ὁπλὰς ἐκίνει τῶν ὀπισθίων ποδῶν Δωριεῖς δ αὐτὸν διὰ τοῦ ω καλοῦσι πώλυπον, ὡς Ἐπίχαρμος: καὶ Σημωνίδης δ ἔφη: πώλυπον διζήμενος δαύω: τὸ καίω παρὰ Σημωνίδῃ: μηρίων δεδαυμένων ἔπληντ ἀλλήλῃσι: ἐκ τοῦ πλῶ τὸ πλησιάζω, ὁ παρακείμενος πέπληκα λέγεται καὶ πέπλακα: ὁ παθητικὸς πέπλημαι, καὶ παρὰ Σημωνίδῃ πεπλήαται: τὰ δ ἄλλα πεπλέα ται ξύλα σίσυρνα παχὺ περιβόλαιον ἢ δερμάτινον ἱμάτιον, ἥντινα Σημωνίδης ὑποκοριστικῶς εἶπε: σίσυν παχεῖαν ἠΐα βρώματα, οὐ τὰ ἐν οἴκῳ δὲ ἐσθιόμενα ἀλλὰ τὰ ἐν ὁδῷ καὶ πλῷ. : Σημωνίδης: . . . κάρκαρα . . . πίτυρα παρὰ Σημωνίδῃ. κέρκωπες: οἱ πανοῦργοι καὶ ἀπατηλοί: καὶ κερκωπία ἡ ἀπατὴ κατὰ Σημωνίδην. κορδύλη τὸ ἔπαρμα: Σημωνίδης δευτέρῳ. κύβηβον . . . Ιὤνες δὲ τὸν μητραγύρτην καὶ γάλλον νῦν καλούμενον: οὕτως Σημωνίδης. Μυσῶν λείαν Δημοσθένης ἐν τῷ Ὑπὲρ Κτησιφῶντος. παροιμία τίς ἐστιν οὕτω λεγομένη, ἥν φησι Δήμων ἐν ά Περὶ Παροιμιῶν τὴν ἀρχὴν λαβείν ἀπὸ τῶν καταδραμόντων ἀστυγειτόνων τε καὶ λῃστῶν τὴν Μοσίαν κατὰ τὴν Τηλέφου τοῦ βασιλέως ἀποδημίαν. κέχρηνται δὲ τῇ παροιμίᾳ ἄλλοι τε καὶ Στράττις ἐν Μηδείᾳ καὶ Σημωνίδης ἐν Ιἄμβοις. νήστης οὕτως εἴρηκεν Σημωνίδης . . : οὕτως Ἡρωδιανὸς ἐν Ἐπιμερισμοῖς. τρασιά: . . καὶ ταρσιά, ὡς παρὰ Σημωνίδῃ: ταρσιή ψηνός ὁ φαλακρὸς παρὰ Σημωνίδῃ. ὁ Λέσβιος Πρύλις: ταύτῃ καθ ὁμοίωσιν Σημωνίδης κέχρηται: . . .
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기