호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Σημωνίδης: Κρίνεω Ἀμοργῖνος, ἰαμβογράφος. ἦν δὲ τὸ ἐξ ἀρχῆς Σάμιος: ἐν δὲ τῷ ἀποικισμῷ τῆς Ἀμοργοῦ ἐστάλη καὶ αὐτὸς ἡγεμὼν ὑπὸ Σαμίων. ἔκτισε δὲ Ἀμοργὸν εἰς γ´ πόλεις, Μινώαν, Αἰγιαλόν, Ἀρκεσίμην. γέγονε δὲ μετὰ ἐνενήκοντα καὶ τριακόσια ἔτη τῶν Τρωικῶν. ἔγραψε κατά τινας πρῶτος ἰάμβους, Ἀρχαιολογίαν τε τῶν Σαμίων δι ἐλεγείας ἐν βιβλίοις β´, καὶ ἄλλα διάφορα. συιδ. ς. Σιμωνίδης ετ Σιμμίας ἔστι δὲ καὶ Ἀμοργὸς τῶν Σποράδων ὅθεν ἦν Σημωνίδης ὁ τῶν ἰάμβων ποιητής. Ἀμοργός: νῆσος μία τῶν Κυκλάδων ἔχουσα πόλεις τρεῖς Ἀρκεσίνην, Μινώαν, Αἰγιάλην . . ἀπὸ τῆς Μινώας ἦν Σημωνίδης ὁ ἰαμβοποιὸς Ἀμοργῖνος καλούμενος . . . . σοὶ δὲ μυρία συνειδὼς ἰάμβων ἄξια βεβιωμένα, πρὸς ἅ μοι δοκεῖ οὐδ ὁ Ἀρχίλοχος αὐτὸς διαρκέσαι προσκαλέσας καὶ τὸν Σημωνίδην καὶ τὸν Ἱππώνακτα συμποιεῖν μετ αὐτοῦ κἂν ἕν τι τῶν προσόντων σοι κακῶν. οὕτως σύ γε παιδιὰς ἀπέφηνας ἐν πάσῃ βδελυρίᾳ τὸν Ὀροδοικίδην καὶ τὸν Λυκάμβην καὶ τὸν Βούπαλον, τοὺς ἐκείνων ἰάμβους. εἰκοστῇ ἐννάτῃ Ὀλυμπιάδι . . Σημωνίδην φασὶ γενέσθαι.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기