호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
σκύτα: τὸ μεταξὺ τῶν τενόντων τοῦ τραχήλου. . καὶ Ἀρχίλοχος: πῶς ἀπέπρισε σκύτα· ἡ ὑπό ἀντὶ τῆς μετά, μετὰ δᾴδων: Ἀρχίλοχος: ᾄδων ὑπ αὐλητῆρος Κηφισόδωρος γοῦν ὁ Ἰσοκράτους τοῦ ῥήτορος μαθητὴς ἐν τῷ τρίτῳ τῶν Πρὸς Ἀριστοτέλην λεγει, ὅτι εὑρ´οι τις ἂν ὑπὸ τῶν ἄλλων ποιητῶν ἢ καὶ σοφιστῶν ἓν ἣ δύο γοῦν πονηρῶς εἰρημένα, οἱᾶ παρὰ μὲν Ἀρχιλόχῳ τό Πᾶς ἀνὴρ ἀπεσκόλυπτεν αὐόνη ξηρότης, Ἀρχίλοχος, οἱο῀ν: κακήν σφιν Ζεὺς ἔδωκεν αὐόνην. φέψαλοι γάρ εἰσιν οἱ σπινθῆρες . . καὶ παρὰ Ἀρχιλόχῳ δὲ κεῖται: πυρὸς δ ἔ αὐτῷ φεψάλυξ. στύπος: Λυκόφρων . . καλειται τὸ πρέμνον τῆς ἀμπέλου, ἀφ οὗ Ἀρχίλοχος: θυρέ εώ ν ἀπεστύπαζον ἀμυδρόν: νῦν τὸ χαλεπὸν λεγεται, ὡς καὶ Ἀρχίλοχος: ἀμυδρὴν χοιράδ ἐχαλεύμενος αἱ συνθέσεις τοῦ τρὶς ἐπιρρήματος. . πλῆθος σημαίνουσιν ὡς . . καί: Θάσον δὲ τὴν τρισοιζύρην πόλιν παρ Ἀρχιλόχω. προϊ´κτης: ἡ πρό ἀντὶ τῆς παρά : παρὰ τὸ προϊκνεῖσθαι . . . . ὁ δὲ Ἡρωδιανὸς παρὰ τὸ ἴσσω, ὡς Ἀρχίλοχος: προτείνω χεῖρα καὶ προϊ´σσομαι. δασυντέον δὲ λέγοντας τὸ ἧπαρ, καὶ γὰρ ἡ συναλοιφή ἐστι παρ Ἀρχιλόχω διὰ δασέος: φησὶ γὰρ: χολὴν γὰρ οὐκ ἔχεις ἐφ ἥπατι. ὅθεν αὐτοῖς συμβαίνεν μήτε παρὰ δεῖπνον συγκλιτῶν μήτε συσκήνων τυγχάνειν προθύμων, ὅταν ὁδοιπορῶσιν ἢ πλέωσιν, ἀλλ ἀναγκαστῶν: πρόσκειται γὰρ ὁ λάλος ἁπανταχοῦ, τῶἱματίων ἀντιλαμβανόμενος, τοῦ γενείου, τὴν πλευρὰν θυροκοπῶν τῇ χειρί: πόδες δὴ κεῖθι τιμιώτατοι κατὰ Ἀρχίλοχον. ὅτι δὲ ἀρχαιοτάτη τῶν πολιτειῶν ἡ Κρητικὴ ἐμφαίνει καὶ Ὅμηρος, λέγων τὰς πόλεις αὐτῶν εὐναιεταώσας. καὶ Ἀρχίλοχος δὲ ἐν οἷς ἐπισκώπτων τινά φησιν: νόμους δὲ Κρητικοὺς διδάσκεται. θέλουσι δὲ τὸ πεδότριψ ἐκτείνειν, πλανώμενοι ἐκ τοῦ παρ Ἀρχιλόχῳ: ἄνδρας ὡς ἀμφιτρίβας ηδν. καθ. προς. γραμ. γρ. 3. 1. 525 ἆ: σημαίνει δὲ καὶ τὸ πολὺ καὶ μέγα παρ Ἀρχιλόχῳ: ἆ ἑάδ εἴς τε ταύρους φύω: ἀφ οὗ τό: φῦμα μηρίων μεταξύ Ἀρχίλοχος. ἡ φθειρσί δοτικὴ συνέστη παρὰ Ἀρχιλόχω: φθειρσὶ μοχθίζοντα μέζεα: τὰ αἰδοῖα, ὅτι μέσα εἰσὶ τῆς οὐρᾶς, μέσσεα ὄντα: . . Ἡσίοδος , ὡς καὶ Ἀρχίλοχος: ἶνας δ ἀπέθρισεν μεδέω ν: ἢ κατὰ μετάθεσιν τοῦ δ εἰς ζ μέδεα. πολὺς δ ἀμφὶ τὰς γένυας ἀφρὸς ἤνσει: πρὸς τὸ παρὰ τῷ Ἀρχιλόχῳ πολλὸς δ ἀφρὸς ἦν περὶ στόμα. παρδακὸν δὲ δίυγρον: . . καὶ Ἀρχιλόχου παρδοκὸν δἰ ἐπιοίον π. κίγκλου: κινεῖ δέ οἱ τὰ οὐραῖα πτερά, ὥσπερ οὖν ὁ παρὰ τῷ Ἀρχιλόχῳ κηρύλος πολλάκις τὰ κατ ὀβολὸν μετὰ πολλῶν πόνων συναχθέντα χρήματα, κατὰ Ἀρχίλοχον, εἰς πορνης γυναικὸς ἔντερον καταίρουσιν. πολλὰ δ εἰς πόρνης γυναικὸς ἐρρυϊ´σκετ ἔντερον τὰ χρόνῳ μακρῷ τε συλλεγέντα χρήματα. καὶ τὸ τοῦ Ἀρχιλόχου ἀντικρὺς ἐπεραίνετο, ὅ φησιν, εἰς ἔντερον πόρνης πολλάκις μεταρρυϊ´σκεσθαι τὰ χρόνῳ καὶ πόνῳ συλλεγέντα μακρῷ. τὸ δὲ τοῦ Ἀρχιλόχου ἐκεῖνο ἤδη σοι λέγω, ὅτι τέττιγα τοῦ πτεροῦ συνείληφας, εἴπερ τινὰ ποιητὴν ἰάμβων ἀκούεις Ἀρχίλοχον, Πάριον τὸ γένος, ἄνδρα κομιδῆ ἐλεύθερον καὶ παρρησίᾳ συνόντα, μηδὲν ὀκνοῦντα ὀνειδίζειν, εἰ καὶ ὅτι μάλιστα λυπήσειν ἔμελλεν τοὺς περιπετεῖς ἐσομένους τῇ χολῇ τῶν ἰάμβων αὐτοῦ. ἐκεῖνος τοίνυν πρός τινος τῶν τοιούτων ἀκούσας κακῶς, τέττιγα ἔφη τὸν ἄνδρα εἰληφέναι πτεροῦ, εἰκάζων ἑαυτὸν τῷ τέττιγι ὁ Ἀρχίλοχος, φύσει μὲν λάλῳ ὄντι καὶ ἄνευ τινος ἀνάγκης, ὁπόταν δὲ τοῦ πτεροῦ ληφθῇ, γεγωνότερον βοῶντι. "ὦ κακόδαιμον ἄνθρωπε, τί βουλόμενος ποιητὴν λάλον παροξύνεισεἰς σεαυτόν, αἰτίας ζητοῦντα καὶ ὑποθέσεις τοῖς ἰάμβοις· καὶ ὁ μέν γε κατ ἰσχὺν προφέρων, εἰ καὶ ἑνὸς εἰή κρείττων, ὑπὸ δυοῖν γ ἂν αὐτὸν κατείργεσθαι φησι καὶ Ἀρχίλοχος καὶ ἡ παροιμία. ἡ μὲν παροιμία φησίν: "οὐδὲ Ἡρακλῆς πρὸς δύο: τὸ δὲ Ἀρχιλόχου ῥητὸν οἱο῀ν μέν ἐστιν οὐκ ἴσμεν, ἴσως δ ἂν εἰή τοιοῦτον. τοιοῦτος ἐγένετο καὶ Αἰθίοψ ὁ Κορίνθιος, ὥς φησι Δημήτριος ὁ Σκήψιος, οὗ μνημονεύει Ἀρχίλοχος: ὑπὸ φιληδονίας γὰρ καὶ ἀκρασιάς καὶ οὗτος, μετ Ἀρχίου πλέων εἰς Σικελίαν, ὅτε ἔμελλε κτίζειν Συρακούσας, τῷ ἑαυτοῦ συσσίτῳ μελιττούτης ἀπέδοτο τὸν κληρὸν ὃν ἐν Συρακούσαις λαχὼν ἔμελλεν ἕξειν. Στρύμη: . . μνημονεύει τῶν Θασίων πρὸς Μαρωνείτας περὶ τῆς Στρύμης ἀμφισβητήσεως Φιλόχορος ἐν έ Ἀρχίλοχον ἐπαγόμενος μάρτυρα. π. Νέσσου καὶ Δηϊανείρας: φασι γὰρ οἱ μὲν τὸν Ἀρχίλοχον ληρεῖν ποιοῦντα τὴν Δηϊάνειραν ἐν τῷ βιάζεσθαι ὑπὸ τοῦ Κενταύρου πρὸς τὸν Ἡρακλέα ῥαψῳδοῦσαν, ἀναμιμνῄσκουσαν τῆς τοῦ Ἀχελῴου μνηστείας καὶ τῶν τότε γενομένων: ὥστε πολλὴν σχολὴν εἶναι τῷ Νέσσῳ ὅτι ἐβούλετο πρᾶξαι. Ἡρακλῆς γήμας Δηϊάνειραν τὴν Οἰνέως θυγατέρα καὶ διάγων ἐν Καλυδῶνι παρὰ τῷ Οἰνεῖ ἐν συμποσίῳ Κύαθον τὸν Οἰνέως οἰνοχόον, Ἀρχιτέλους δὲ παῖδα, πλήξας κονδύλῳ ἀνεῖλεν, ὅτι αὐτῷ τὰ ποδόνιπτρα ὕδατα ἀγνοῶν ἐπὶ τῶν χειρῶν ἐπέχεεν: φεύγων οὖν τὸν φόνον καὶ σὺν τῇ γαμετῇ στελλόμενος ἀνεῖλεν ἐν Εὐήνῳ ποταμῷ Νέσσον Κένταυρον, ὡς καὶ Ἀρχίλοχος ἱστορεῖ. Ἀρχίλοχος μὲν οὐκ ἐτόλμησεν Ἀχελῷον ὡς ποταμὸν Ἡρακλεῖ συμβαλεῖν, ἀλλ ὡς ταῦρον. Μασσαλιήτας μέντοι λέγουσι τοῖς ὀστέοις περιθριγκῶσαι τοὺς ἀμπελῶνας, τὴν δὲ γῆν νεκρῶν καταναλωθέντων ἐν αὐτῇ καὶ διὰ χειμῶνος ὄμβρων ἐπιπεσόντων, οὕτως ἐκλιπανθῆναι καὶ γενέσθαι διὰ βάθους περίπλεω τῆς σηπεδόνος ἐνδύσης, ὥστε καρπῶν ὑπερβάλλον εἰς ὡρ´ας πλῆθος ἐξενεγκεῖν, καὶ μαρτυρῆσαι τῷ Ἀρχιλόχῳ λέγοντι πιαίνεσθαι πρὸς τοῦ τοιούτουτ ὰς ἀρούρας. πρὸς τοῦ τοιούτου δ ἡρ´οσις πιαίνεται. αἰτιᾶται Κριτίας Ἀρχίλοχον ὅτι κάκιστα ἑαυτὸν εἶπεν: εἰ γὰρ μή, φησίν, ἐκεῖνος τοιαύτην δόξαν ὑπὲρ ἑαυτοῦ εἰς τοὺς Ἕλληνας ἐξήνεγκεν, οὐκ ἂν ἐπυθόμεθα ἡμεῖς οὔτε ὅτι Ἐνιποῦς υἱὸς ἦν δούλης, οὔθ ὅτι καταλιπὼν Πάρον διὰ πενίαν καὶ ἀπορίαν ἦλθεν εἰς Θάσον, οὔθ ὅτι ἐλθὼν τοῖς ἐνταῦθα ἐχθρὸς ἐγένετο. πρὸς δὲ τούτοις, ἦ δ ὅς, οὔτε ὅτι μοιχὸς ἦν ᾔδειμεν ἄν, εἰ μὴ παρ αὐτοῦ μαθόντες: οὔτε ὅτι λάγνος καὶ ὑβριστής: καὶ τὸ ἔτι τούτων αἴσχιστον, ὅτι τὴν ἀσπίδα ἀπέβαλεν: οὐκ ἄρα ἀγαθὸς ἦν ὁ Ἀρχίλοχος μάρτυς ἑαυτῷ, τοιοῦτον κλέος ἀπολιπὼν καὶ τοιαύτην ἑαυτῷ φήμην. ταῦτα οὐκ ἐγὼ τὸν Ἀρχίλοχον αἰτιῶμαι, ἀλλὰ Κριτίας. π. βασιλέας τοὺς Ἀργείων: . . ὅστις Λυγκεὺς πολεμήσας τῷ Δαναῶν βασιλεῖ τοῦτον ἐφόνευσε καὶ ἔλαβε τὴν βασιλείαν καὶ τὴν θυγατέρα αὐτοῦ, καθὼς ὁ Ἀρχίλοχος ὁ σοφώτατος συνεγράψατο. Ἀρχίλοχος τὸν Νάξιον οἶνον τῷ νέκταρι παραβάλλει. Κάρπαθος τὸν μάρτυρα: παροιμία: Καρπάθιος δὲ λαγὼν <λέγεται>, κατ ἔλλειψιν τοῦ ἐπηγάγετο: διὰ γὰρ τὸ μὴ εἶναι λαγωοὺς ἐν τῇ χώρᾳ ἐπηγάγοντο αὐτοί, καὶ τοσοῦτοι ἐγένοντο ὥστε τόν τε σῖτον αὐτῶν καὶ τὰς ἀμπέλους ὑπ αὐτῶν βλάπτεσθαι. ὁ γοῦν Ἀρχίλοχος παρὰ ταύτην τὴν παροιμίαν ἔφη: Κάρπαθος τὸν μάρτυρα. Καρπάθιος τὸν λαγών: παροιμία: διὰ γὰρ κτλ. ὑπ αὐτῶν βλαβῆναι. ὁ γοῦν Ἀρχίλοχος ταύτην τὴν παροιμίαν ἔφη. παράγει δ εἰς μαρτυρίαν . . ποίησιν Μαργίτην ὀνομαζομένην Ὁμήρου: μνημονεύει δ αὐτῆς οὐ μόνον αὐτὸς Ἀριστοτέλης ἐν τῷ πρώτῳ Περὶ Ποιημάτων, ἀλλὰ καὶ Ἀρχίλοχος καὶ Κρατῖνος καὶ Καλλίμαχος ἐν τοῖς Ἐπιγράμμασιν μαρτυροῦσιν Ὁμήρου εἶναι τὸ ποίημα. Ἀλκαῖος δὲ φασὶ καὶ Ἀρχίλοχος ἀγέρωχον τὸν ἄκοσμον καὶ ἀλαζόνα οἶδε. ἀγόμενος δοῦλος παρὰ Ἀρχιλόχῳ. <ἀηδονιδεύς: > ἀηδόνος νεοσσός, καὶ τὸ τἦς γυναικὸς αἰδοῖον παρὰ Ἀρχιλόχῳ. Αἤδων: ἡ Ἀθηνᾶ παρὰ Παμφυλίοις. ἄζυγα ἄζευκτον: Ἀρχίλοχος. ἄκομψον ἀπάνουργον, ἁπλοῦν, Ἀρχίλοχος. οὐκ εὖ διακείμενον. ἀμφίβολος δὲ ἀμοιβή: ἔστι μὲν παρ Ἀρχιλόχῳ. ἀργίλιπες δ ἤτοι ἔκλευκοι ὡς Ἀρχίλοχος: ἀργιλιπὴς δ ἔφαε. γυμνόν ἀνυπόδητον ἢ ἀπεσκυθισμένον, ὡς Ἀρχίλοχος. βόστρυχος, ἀφ οὗ καὶ διαβεβοστρυχωμένον παρὰ Ἀρχιλόχῳ. δὶς τόσῃ τῇ ἡλικίᾳ: Ἀρχίλοχος. ἡ ἐξ πρόθεσις, ὅταν αὐτῇ σύμφωνον ἐπιφέρηται, τρέπει τὸ ξ εἰς κ. δεῖ δὲ προσθεῖναι, χωρὶς εἰ μὴ εὑρεθῇ μετὰ παρέλκοντος: οἱο῀ν ὡς παρ Ἀρχιλόχῳ: : καὶ πάλιν: διὲξ τὸ μύρτον ἀντὶ τοῦ διὰ τὸ μύρτον. σημαίνει δὲ τὴν μυρσίνην. ἐκτενισμένοι μὲν εἴρηκεν Ἀρχίλοχος. ἔτρεψεν ἐπέτρεψεν, ἠπάτησεν, παρέτρεψεν: Ἀρχίλοχος. ἥμισυ τρίτον δύο ἥμισυ: Ἀρχίλοχος. Θριαθρίκη Ἀρχίλοχος: καὶ ὅτι ἀπὸ Θριῶν τῶν Διὸς γυγατέρων διωνομάσθησαν, ὡς φερυκύδης ἱστορεῖ. καὶ ἶπος τὸ πιέζον τὰς ἐσθῆτας ἐν τῷ γναφείῳ, ὡς Ἀρχίλοχος: κέαται δ ἐν ἴπῳ. παρὰ τὸ ἐκεῖθι, κεῖθι και κεῖ παρὰ Ἀρχιλόχῳ. καὶ ἐοίκεν ὁ σκορπιώδης τὴν γλῶσσαν Ἀρχίλοχος ἁπαλὸν κέρας τὸ αἰδοῖον εἰπών, ἐντεῦθεν τὴν λέξιν πορίσασθαι. ὁ δὲ τοῖς αὐλοῖς χρώμενος αὐλητὴς καὶ κεραυλὴς κατὰ τὸν Ἀρχίλοχον. χρῆται δὲ καὶ Ἀρχίλοχος τῷ τῶν κοκκυμήλων ὀνόματι. κοπόεν ξίφος παρὰ Ἀρχιλόχῳ: ἀπὸ τοῦ κόπτειν. Κρήτη: ἡ μεγίστη νῆσος, ἣν Κρεήτην ἔφη Ἀρχίλοχος κατὰ πλεονασμόν. οἱ νεώτεροι ἐπιθυμεῖν τὸ κροαίνειν ὡς Ἀρχίλοχος. ἀλλὰ μὴν καὶ κύρτη σιδηρᾶ ἀγγεῖόν τι, οἱο῀ν οἰκίσκος ὀρνίθειος, παρὰ Ἡροδότῳ καὶ Ἀρχιλόχῳ. κύφων . . Ἀρχίλοχος δὲ ἀντὶ τοῦ κακὸς καὶ ὀλέθριος Ἐραφρόδιτος δὲ παρὰ τὸ λέχος λεχαίνειν, τὸ λέχους ἐπιθυμεῖν, καὶ κατὰ τροπὴν λεγαίνειν: ἔνθεν Ἀρχίλοχος: λέγαι δὲ γυναῖκες ἀντὶ τοῦ ἀκόλαστοι. μέσπιλα ἃ καὶ ὀά καλεῖται: καὶ τοὔνομά ἐστι παρὰ Πλάτωνι τοῦτο ὡς παρἈρχιλόχψ ἐκεῖνο. μουνόκερα τὸ μηκέτι ἔχον τὴν ἀλκήν. ὡς Ἀρχίλοχος. μυδαλέας: διαβρόχους, μυδαλέα δάκρυσι, καὶ μυδάλεον δίυγρον, παρὰ Ἀρχιλόχῳ διάβροχον, λέγει δὲ τὸ ἐρίδακρυ καὶ κάθυγρον ὄμμα, τὸ ἐννότερον, ῥυπαρόν οἱ δὲ μύκλους φασὶ τοὺς κατωφερεῖς πρὸς γυναῖκας: εἴρηται δὲ ἀπὸ ἑνὸς Μύκλου αὐλητοῦ κατωφεροῦς εἰς γυναῖκας καὶ κωμῳδηθέντος ἐπὶ μαχλότητι ὑπ Ἀρχιλόχου. μυσάχνη ἡ πόρνη παρὰ Ἀρχιλόχῳ: καὶ ἐργάτις καὶ δῆμος καὶ παχεῖα ἐργάτις: τὴν Νεοβούλην λέγει ὡς παχεῖαν. μισητίαν δὲ οἱ μὲν περὶ Ἀριστοφάνη τὴν εἰς τὰ ἀφροδίσια ἀκρασίαν, καὶ τὸ περὶ σφυρὸν παχεῖα μισήτη γυνή οὕτως ἐξηγοῦνται. μύσχης εὖρος, ὡς Ἀρχίλοχος. καὶ ἔγχεα ὀξυόεντα τὰ ἐξ ὀξύας τοῦ δένδρου ὡς καὶ Ἀρχίλοχος: ὀξύη ποτᾶτο ὀρεσκῷος: . . ὅτε γοῦν γίνεται ὀρέσκοος ὡς παρ Ἀρχιλόχῳ, καὶ παροξύνεται. ἢ ὡς Ἀρχίλοχος πακτῶσαι τὸ κλεῖσαι. λέγει δ αὐτὸς καὶ τὰς πρόκας παρ Ἀρχιλόχῳ ἐπὶ ἐλάφου τεθεῖσθαι, παρ ᾧ καί τις δια δειλίαν προσωνομάσθη πρόξ πύγαργον δειλὸν ἢ αἰσχρὸν ἢ ἁρ´παγα: εἰσὶ γὰρ μελάμπυγοι, πύγαργοι εἴδη ἀετῶν κατ Ἀρχίλοχον. πυρριχίζειν: τὸν ἐνόπλιον ὄρχησιν καὶ σύντονον πυρρίχην ἔλεγον. οἱ μὲν ἀπὸ Πυρρίκου τοῦ Κρητός, οἱ δὲ . . ἀπὸ Πύρρου τοῦ Ἀχιλλέως: ἐφησθέντα γὰρ τῷ Εὐρυπύλου φόνψ ὀρχήσασθαί φησιν Ἀρχίλοχος. εὑρίσκομεν δὲ καὶ ἐπὶ τῆς σταφυλῆς διὰ τοῦ ω λεγόμενον ῥώξ ῥωγὸς παρὰ Ἀρχιλόχῳ. σάλπιγξ . . τινὲς δὲ ὄρνιν ποιόν: καὶ ὄργανον πολεμικόν, καὶ θαλασσίαν σάλπιγγα: παρ Ἀρχιλόχῳ δὲ τὸν στρόμβον. σκελήπερον νήπιον: Ἀρχίλοχος. συκοτραγίδης παρὰ Ἱππώνακτι καὶ Ἀρχιλόχῳ διὰ τὸ εὐτελὲς τοῦ βρώματος. τράμιν τὸν ὄρρον . . μέμνηται καὶ Ἀρχίλοχος. καὶ οὐλότριχες παρ Ἡροδότψ, Ἀρχιλοχος δὲ ἀναστρέψας τρίχουλον εἴρηκεν. κατὰ γένος οὐδέτερον ὁμοίως τῷ . . φλῶ φλύος παρ Ἀρχιλόχῳ ἐπὶ φλυαρίας. καὶ Ἀρχίλοχος δὲ τῆς χηράμβης μέμνηται. ψαυστά ψαιστά: Ἀρχίλοχος. π. παρωνύμων: τὸ ἄτμενος παρ Ἀρχιλόχῳ.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기